previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1016α] [1] καὶ γραμμή, κἂν κεκαμμένη , συνεχὴς δέ, μία λέγεται, ὥσπερ καὶ τῶν μερῶν ἕκαστον, οἷον σκέλος καὶ βραχίων. αὐτῶν δὲ τούτων μᾶλλον ἓν τὰ φύσει συνεχῆ τέχνῃ. [5] συνεχὲς δὲ λέγεται οὗ κίνησις μία καθ᾽ αὑτὸ καὶ μὴ οἷόν τε ἄλλως: μία δ᾽ οὗ ἀδιαίρετος, ἀδιαίρετος δὲ κατὰ χρόνον. καθ᾽ αὑτὰ δὲ συνεχῆ ὅσα μὴ ἁφῇ ἕν: εἰ γὰρ θείης ἁπτόμενα ἀλλήλων ξύλα, οὐ φήσεις ταῦτα εἶναι ἓν οὔτε ξύλον οὔτε σῶμα οὔτ᾽ ἄλλο συνεχὲς οὐδέν. τά τε δὴ ὅλως συνεχῆ [10] ἓν λέγεται κἂν ἔχῃ κάμψιν, καὶ ἔτι μᾶλλον τὰ μὴ ἔχοντα κάμψιν, οἷον κνήμη μηρὸς σκέλους, ὅτι ἐνδέχεται μὴ μίαν εἶναι τὴν κίνησιν τοῦ σκέλους. καὶ εὐθεῖα τῆς κεκαμμένης μᾶλλον ἕν: τὴν δὲ κεκαμμένην καὶ ἔχουσαν γωνίαν καὶ μίαν καὶ οὐ μίαν λέγομεν, ὅτι ἐνδέχεται καὶ μὴ ἅμα τὴν [15] κίνησιν αὐτῆς εἶναι καὶ ἅμα: τῆς δ᾽ εὐθείας ἀεὶ ἅμα, καὶ οὐδὲν μόριον ἔχον μέγεθος τὸ μὲν ἠρεμεῖ τὸ δὲ κινεῖται, ὥσπερ τῆς κεκαμμένης. ἔτι ἄλλον τρόπον ἓν λέγεται τῷ τὸ ὑποκείμενον τῷ εἴδει εἶναι ἀδιάφορον: ἀδιάφορον δ᾽ ὧν ἀδιαίρετον τὸ εἶδος κατὰ τὴν αἴσθησιν: τὸ δ᾽ ὑποκείμενον [20] τὸ πρῶτον τὸ τελευταῖον πρὸς τὸ τέλος: καὶ γὰρ οἶνος εἷς λέγεται καὶ ὕδωρ ἕν, ἀδιαίρετον κατὰ τὸ εἶδος, καὶ οἱ χυμοὶ πάντες λέγονται ἕνοἷον ἔλαιον οἶνοςκαὶ τὰ τηκτά, ὅτι πάντων τὸ ἔσχατον ὑποκείμενον τὸ αὐτό: ὕδωρ γὰρ ἀὴρ πάντα ταῦτα. λέγεται δ᾽ ἓν καὶ ὧν τὸ γένος ἓν [25] διαφέρον ταῖς ἀντικειμέναις διαφοραῖςκαὶ ταῦτα λέγεται πάντα ἓν ὅτι τὸ γένος ἓν τὸ ὑποκείμενον ταῖς διαφοραῖςοἷον ἵππος ἄνθρωπος κύων ἕν τι ὅτι πάντα ζῷα), καὶ τρόπον δὴ παραπλήσιον ὥσπερ ὕλη μία. ταῦτα δὲ ὁτὲ μὲν οὕτως ἓν λέγεται, ὁτὲ δὲ τὸ ἄνω γένος ταὐτὸν λέγεται [30]ἂν τελευταῖα τοῦ γένους εἴδητὸ ἀνωτέρω τούτων, οἷον τὸ ἰσοσκελὲς καὶ τὸ ἰσόπλευρον ταὐτὸ καὶ ἓν σχῆμα ὅτι ἄμφω τρίγωνα: τρίγωνα δ᾽ οὐ ταὐτά. ἔτι δὲ ἓν λέγεται ὅσων λόγος τὸ τί ἦν εἶναι λέγων ἀδιαίρετος πρὸς ἄλλον τὸν δηλοῦντα τί ἦν εἶναι τὸ πρᾶγμααὐτὸς γὰρ καθ᾽ αὑτὸν [35] πᾶς λόγος διαιρετός). οὕτω γὰρ καὶ τὸ ηὐξημένον καὶ φθῖνον ἕν ἐστιν, ὅτι λόγος εἷς, ὥσπερ ἐπὶ τῶν ἐπιπέδων τοῦ εἴδους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: