previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1014α] [1] καὶ τὰ περιέχοντα δὲ τὸ συμβεβηκός, οἷον ἄνθρωπος αἴτιος ἀνδριάντος, καὶ ὅλως ζῷον, ὅτι Πολύκλειτος ἄνθρωπος δὲ ἄνθρωπος ζῷον. ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων πορρώτερον καὶ [5] ἐγγύτερον, οἷον εἰ λευκὸς καὶ μουσικὸς αἴτιος λέγοιτο τοῦ ἀνδριάντος, ἀλλὰ μὴ μόνον Πολύκλειτος ἄνθρωπος. παρὰ πάντα δὲ καὶ τὰ οἰκείως λεγόμενα καὶ τὰ κατὰ συμβεβηκός, τὰ μὲν ὡς δυνάμενα λέγεται τὰ δ᾽ ὡς ἐνεργοῦντα, οἷον τοῦ οἰκοδομεῖσθαι οἰκοδόμος οἰκοδομῶν οἰκοδόμος. [10] ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ᾽ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις, οἷον τοῦδε τοῦ ἀνδριάντος ἀνδριάντος ὅλως εἰκόνος, καὶ χαλκοῦ τοῦδε χαλκοῦ ὅλως ὕλης: καὶ ἐπὶ τῶν συμβεβηκότων ὡσαύτως. ἔτι δὲ συμπλεκόμενα καὶ ταῦτα κἀκεῖνα λεχθήσεται, οἷον οὐ Πολύκλειτος οὐδὲ ἀνδριαντοποιὸς [15] ἀλλὰ Πολύκλειτος ἀνδριαντοποιός. ἀλλ᾽ ὅμως ἅπαντά γε ταῦτ᾽ ἐστὶ τὸ μὲν πλῆθος ἕξ, λεγόμενα δὲ διχῶς: γὰρ ὡς τὸ καθ᾽ ἕκαστον ὡς τὸ γένος, ὡς τὸ συμβεβηκὸς ὡς τὸ γένος τοῦ συμβεβηκότος, ὡς συμπλεκόμενα ταῦτα ὡς ἁπλῶς λεγόμενα, πάντα δὲ ὡς [20] ἐνεργοῦντα κατὰ δύναμιν. διαφέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ᾽ ἕκαστον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια, οἷον ὅδε ἰατρεύων τῷδε τῷ ὑγιαζομένῳ καὶ ὅδε οἰκοδόμος τῷδε τῷ οἰκοδομουμένῳ, τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί: φθείρεται γὰρ οὐχ ἅμα οἰκία καὶ [25] οἰκοδόμος. στοιχεῖον λέγεται ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος, οἷον φωνῆς στοιχεῖα ἐξ ὧν σύγκειται φωνὴ καὶ εἰς διαιρεῖται ἔσχατα, ἐκεῖνα δὲ μηκέτ᾽ εἰς ἄλλας φωνὰς ἑτέρας τῷ [30] εἴδει αὐτῶν, ἀλλὰ κἂν διαιρῆται, τὰ μόρια ὁμοειδῆ, οἷον ὕδατος τὸ μόριον ὕδωρ, ἀλλ᾽ οὐ τῆς συλλαβῆς. ὁμοίως δὲ καὶ τὰ τῶν σωμάτων στοιχεῖα λέγουσιν οἱ λέγοντες εἰς διαιρεῖται τὰ σώματα ἔσχατα, ἐκεῖνα δὲ μηκέτ᾽ εἰς ἄλλα εἴδει διαφέροντα: καὶ εἴτε ἓν εἴτε πλείω τὰ τοιαῦτα, [35] ταῦτα στοιχεῖα λέγουσιν. παραπλησίως δὲ καὶ τὰ τῶν διαγραμμάτων στοιχεῖα λέγεται, καὶ ὅλως τὰ τῶν ἀποδείξεων: αἱ γὰρ πρῶται ἀποδείξεις καὶ ἐν πλείοσιν ἀποδείξεσιν ἐνυπάρχουσαι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: