previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[997β] [1] οἷον οἱ λέγοντες τά τε εἴδη καὶ τὰ μεταξύ, περὶ τὰς μαθηματικὰς εἶναί φασιν ἐπιστήμας; ὡς μὲν οὖν λέγομεν τὰ εἴδη αἴτιά τε καὶ οὐσίας εἶναι καθ᾽ ἑαυτὰς εἴρηται ἐν τοῖς πρώτοις λόγοις περὶ [5] αὐτῶν: πολλαχῇ δὲ ἐχόντων δυσκολίαν, οὐθενὸς ἧττον ἄτοπον τὸ φάναι μὲν εἶναί τινας φύσεις παρὰ τὰς ἐν τῷ οὐρανῷ, ταύτας δὲ τὰς αὐτὰς φάναι τοῖς αἰσθητοῖς πλὴν ὅτι τὰ μὲν ἀΐδια τὰ δὲ φθαρτά. αὐτὸ γὰρ ἄνθρωπόν φασιν εἶναι καὶ ἵππον καὶ ὑγίειαν, ἄλλο δ᾽ οὐδέν, παραπλήσιον [10] ποιοῦντες τοῖς θεοὺς μὲν εἶναι φάσκουσιν ἀνθρωποειδεῖς δέ: οὔτε γὰρ ἐκεῖνοι οὐδὲν ἄλλο ἐποίουν ἀνθρώπους ἀϊδίους, οὔθ᾽ οὗτοι τὰ εἴδη ἄλλ᾽ αἰσθητὰ ἀΐδια. ἔτι δὲ εἴ τις παρὰ τὰ εἴδη καὶ τὰ αἰσθητὰ τὰ μεταξὺ θήσεται, πολλὰς ἀπορίας ἕξει: δῆλον γὰρ ὡς ὁμοίως γραμμαί τε παρά τ᾽ αὐτὰς καὶ [15] τὰς αἰσθητὰς ἔσονται καὶ ἕκαστον τῶν ἄλλων γενῶν: ὥστ᾽ ἐπείπερ ἀστρολογία μία τούτων ἐστίν, ἔσται τις καὶ οὐρανὸς παρὰ τὸν αἰσθητὸν οὐρανὸν καὶ ἥλιός τε καὶ σελήνη καὶ τἆλλα ὁμοίως τὰ κατὰ τὸν οὐρανόν. καίτοι πῶς δεῖ πιστεῦσαι τούτοις; οὐδὲ γὰρ ἀκίνητον εὔλογον εἶναι, κινούμενον δὲ [20] καὶ παντελῶς ἀδύνατον: ὁμοίως δὲ καὶ περὶ ὧν ὀπτικὴ πραγματεύεται καὶ ἐν τοῖς μαθήμασιν ἁρμονική: καὶ γὰρ ταῦτα ἀδύνατον εἶναι παρὰ τὰ αἰσθητὰ διὰ τὰς αὐτὰς αἰτίας: εἰ γὰρ ἔστιν αἰσθητὰ μεταξὺ καὶ αἰσθήσεις, δῆλον ὅτι καὶ ζῷα ἔσονται μεταξὺ αὐτῶν τε καὶ τῶν φθαρτῶν. [25] ἀπορήσειε δ᾽ ἄν τις καὶ περὶ ποῖα τῶν ὄντων δεῖ ζητεῖν ταύτας τὰς ἐπιστήμας. εἰ γὰρ τούτῳ διοίσει τῆς γεωδαισίας γεωμετρία μόνον, ὅτι μὲν τούτων ἐστὶν ὧν αἰσθανόμεθα δ᾽ οὐκ αἰσθητῶν, δῆλον ὅτι καὶ παρ᾽ ἰατρικὴν ἔσται τις ἐπιστήμη καὶ παρ᾽ ἑκάστην τῶν ἄλλων μεταξὺ αὐτῆς τε ἰατρικῆς [30] καὶ τῆσδε τῆς ἰατρικῆς: καίτοι πῶς τοῦτο δυνατόν; καὶ γὰρ ἂν ὑγιείν᾽ ἄττα εἴη παρὰ τὰ αἰσθητὰ καὶ αὐτὸ τὸ ὑγιεινόν. ἅμα δὲ οὐδὲ τοῦτο ἀληθές, ὡς γεωδαισία τῶν αἰσθητῶν ἐστὶ μεγεθῶν καὶ φθαρτῶν: ἐφθείρετο γὰρ ἂν φθειρομένων.

ἀλλὰ μὴν οὐδὲ τῶν αἰσθητῶν ἂν εἴη μεγεθῶν [35] οὐδὲ περὶ τὸν οὐρανὸν ἀστρολογία τόνδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: