previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1000β] [1] εἰ γὰρ μὴ ἦν ἐν τοῖς πράγμασιν, ἓν ἂν ἦν ἅπαντα, ὡς φησίν: ὅταν γὰρ συνέλθῃ, “τότε δ᾽ ἔσχατον ἵστατο νεῖκος.
Empedocles Fr. 36.7 διὸ καὶ συμβαίνει αὐτῷ τὸν εὐδαιμονέστατον θεὸν ἧττον φρόνιμον εἶναι τῶν ἄλλων: οὐ γὰρ γνωρίζει [5] ἅπαντα: τὸ γὰρ νεῖκος οὐκ ἔχει, δὲ γνῶσις τοῦ ὁμοίου τῷ ὁμοίῳ. “γαίῃ μὲν γάρ, (φησί,) γαῖαν ὀπώπαμεν, ὕδατι δ᾽ ὕδωρ,
αἰθέρι δ᾽ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον,
στοργὴν δὲ στοργῇ, νεῖκος δέ τε νείκεϊ λυγρῷ.
Empedocles Fr. 109 ἀλλ᾽ ὅθεν δὴ λόγος, τοῦτό γε φανερόν, ὅτι [10] συμβαίνει αὐτῷ τὸ νεῖκος μηθὲν μᾶλλον φθορᾶς τοῦ εἶναι αἴτιον: ὁμοίως δ᾽ οὐδ᾽ φιλότης τοῦ εἶναι, συνάγουσα γὰρ εἰς τὸ ἓν φθείρει τὰ ἄλλα. καὶ ἅμα δὲ αὐτῆς τῆς μεταβολῆς αἴτιον οὐθὲν λέγει ἀλλ᾽ ὅτι οὕτως πέφυκεν:“ἀλλ᾽ ὅτε δὴ μέγα νεῖκος ἐνὶ μελέεσσιν ἐθρέφθη,
εἰς τιμάς [15] τ᾽ ἀνόρουσε τελειομένοιο χρόνοιο
ὅς σφιν ἀμοιβαῖος πλατέος παρ᾽ ἐλήλαται ὅρκου:
Empedocles Fr. 30 ὡς ἀναγκαῖον μὲν ὂν μεταβάλλειν: αἰτίαν δὲ τῆς ἀνάγκης οὐδεμίαν δηλοῖ. ἀλλ᾽ ὅμως τοσοῦτόν γε μόνος λέγει ὁμολογουμένως: οὐ γὰρ τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα ποιεῖ τῶν ὄντων ἀλλὰ πάντα [20] φθαρτὰ πλὴν τῶν στοιχείων. δὲ νῦν λεγομένη ἀπορία ἐστὶ διὰ τί τὰ μὲν τὰ δ᾽ οὔ, εἴπερ ἐκ τῶν αὐτῶν ἐστίν.

ὅτι μὲν οὖν οὐκ ἂν εἴησαν αἱ αὐταὶ ἀρχαί, τοσαῦτα εἰρήσθω: εἰ δὲ ἕτεραι ἀρχαί, μία μὲν ἀπορία πότερον ἄφθαρτοι καὶ αὗται ἔσονται φθαρταί: εἰ μὲν γὰρ φθαρταί, δῆλον ὡς [25] ἀναγκαῖον καὶ ταύτας ἔκ τινων εἶναιπάντα γὰρ φθείρεται εἰς ταῦτ᾽ ἐξ ὧν ἔστιν), ὥστε συμβαίνει τῶν ἀρχῶν ἑτέρας ἀρχὰς εἶναι προτέρας, τοῦτο δ᾽ ἀδύνατον, καὶ εἰ ἵσταται καὶ εἰ βαδίζει εἰς ἄπειρον: ἔτι δὲ πῶς ἔσται τὰ φθαρτά, εἰ αἱ ἀρχαὶ ἀναιρεθήσονται; εἰ δὲ ἄφθαρτοι, διὰ [30] τί ἐκ μὲν τούτων ἀφθάρτων οὐσῶν φθαρτὰ ἔσται, ἐκ δὲ τῶν ἑτέρων ἄφθαρτα; τοῦτο γὰρ οὐκ εὔλογον, ἀλλ᾽ ἀδύνατον πολλοῦ λόγου δεῖται. ἔτι δὲ οὐδ᾽ ἐγκεχείρηκεν οὐδεὶς ἑτέρας, ἀλλὰ τὰς αὐτὰς ἁπάντων λέγουσιν ἀρχάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: