previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1077β] [1] ἀλλ᾽ οὐ πάντα ὅσα τῷ λόγῳ πρότερα καὶ τῇ οὐσίᾳ πρότερα. τῇ μὲν γὰρ οὐσίᾳ πρότερα ὅσα χωριζόμενα τῷ εἶναι ὑπερβάλλει, τῷ λόγῳ δὲ ὅσων οἱ λόγοι ἐκ τῶν λόγων: ταῦτα δὲ οὐχ ἅμα ὑπάρχει. εἰ γὰρ [5] μὴ ἔστι τὰ πάθη παρὰ τὰς οὐσίας, οἷον κινούμενόν τι λευκόν, τοῦ λευκοῦ ἀνθρώπου τὸ λευκὸν πρότερον κατὰ τὸν λόγον ἀλλ᾽ οὐ κατὰ τὴν οὐσίαν: οὐ γὰρ ἐνδέχεται εἶναι κεχωρισμένον ἀλλ᾽ ἀεὶ ἅμα τῷ συνόλῳ ἐστίνσύνολον δὲ λέγω τὸν ἄνθρωπον τὸν λευκόν), ὥστε φανερὸν ὅτι οὔτε τὸ ἐξ [10] ἀφαιρέσεως πρότερον οὔτε τὸ ἐκ προσθέσεως ὕστερον: ἐκ προσθέσεως γὰρ τῷ λευκῷ λευκὸς ἄνθρωπος λέγεται. ὅτι μὲν οὖν οὔτε οὐσίαι μᾶλλον τῶν σωμάτων εἰσὶν οὔτε πρότερα τῷ εἶναι τῶν αἰσθητῶν ἀλλὰ τῷ λόγῳ μόνον, οὔτε κεχωρισμένα που εἶναι δυνατόν, εἴρηται ἱκανῶς: ἐπεὶ δ᾽ οὐδ᾽ [15] ἐν τοῖς αἰσθητοῖς ἐνεδέχετο αὐτὰ εἶναι, φανερὸν ὅτι ὅλως οὐκ ἔστιν τρόπον τινὰ ἔστι καὶ διὰ τοῦτο οὐχ ἁπλῶς ἔστιν: πολλαχῶς γὰρ τὸ εἶναι λέγομεν.

ὥσπερ γὰρ καὶ τὰ καθόλου ἐν τοῖς μαθήμασιν οὐ περὶ κεχωρισμένων ἐστὶ παρὰ τὰ μεγέθη καὶ τοὺς ἀριθμοὺς ἀλλὰ περὶ τούτων μέν, οὐχ [20] δὲ τοιαῦτα οἷα ἔχειν μέγεθος εἶναι διαιρετά, δῆλον ὅτι ἐνδέχεται καὶ περὶ τῶν αἰσθητῶν μεγεθῶν εἶναι καὶ λόγους καὶ ἀποδείξεις, μὴ δὲ αἰσθητὰ ἀλλ᾽ τοιαδί. ὥσπερ γὰρ καὶ κινούμενα μόνον πολλοὶ λόγοι εἰσί, χωρὶς τοῦ τί ἕκαστόν ἐστι τῶν τοιούτων καὶ τῶν συμβεβηκότων αὐτοῖς, [25] καὶ οὐκ ἀνάγκη διὰ ταῦτα κεχωρισμένον τι εἶναι κινούμενον τῶν αἰσθητῶν ἐν τούτοις τινὰ φύσιν εἶναι ἀφωρισμένην, οὕτω καὶ ἐπὶ τῶν κινουμένων ἔσονται λόγοι καὶ ἐπιστῆμαι, οὐχ κινούμενα δὲ ἀλλ᾽ σώματα μόνον, καὶ πάλιν ἐπίπεδα μόνον καὶ μήκη μόνον, καὶ διαιρετὰ [30] καὶ ἀδιαίρετα ἔχοντα δὲ θέσιν καὶ ἀδιαίρετα μόνον, ὥστ᾽ ἐπεὶ ἁπλῶς λέγειν ἀληθὲς μὴ μόνον τὰ χωριστὰ εἶναι ἀλλὰ καὶ τὰ μὴ χωριστάοἷον κινούμενα εἶναι), καὶ τὰ μαθηματικὰ ὅτι ἔστιν ἁπλῶς ἀληθὲς εἰπεῖν, καὶ τοιαῦτά γε οἷα λέγουσιν. καὶ ὥσπερ καὶ τὰς ἄλλας ἐπιστήμας ἁπλῶς [35] ἀληθὲς εἰπεῖν τούτου εἶναι, οὐχὶ τοῦ συμβεβηκότοςοἷον ὅτι λευκοῦ, εἰ τὸ ὑγιεινὸν λευκόν, δ᾽ ἔστιν ὑγιεινοῦἀλλ᾽ ἐκείνου οὗ ἐστὶν ἑκάστη,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: