previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1075α] [1] ἐπὶ μὲν τῶν ποιητικῶν ἄνευ ὕλης οὐσία καὶ τὸ τί ἦν εἶναι, ἐπὶ δὲ τῶν θεωρητικῶν λόγος τὸ πρᾶγμα καὶ νόησις; οὐχ ἑτέρου οὖν ὄντος τοῦ νοουμένου καὶ τοῦ νοῦ, ὅσα μὴ ὕλην ἔχει, τὸ αὐτὸ ἔσται, καὶ [5] νόησις τῷ νοουμένῳ μία. ἔτι δὴ λείπεται ἀπορία, εἰ σύνθετον τὸ νοούμενον: μεταβάλλοι γὰρ ἂν ἐν τοῖς μέρεσι τοῦ ὅλου. ἀδιαίρετον πᾶν τὸ μὴ ἔχον ὕληνὥσπερ ἀνθρώπινος νοῦς γε τῶν συνθέτων ἔχει ἔν τινι χρόνῳοὐ γὰρ ἔχει τὸ εὖ ἐν τῳδὶ ἐν τῳδί, ἀλλ᾽ ἐν ὅλῳ τινὶ τὸ ἄριστον, ὂν ἄλλο τι)— [10] οὕτως δ᾽ ἔχει αὐτὴ αὑτῆς νόησις τὸν ἅπαντα αἰῶνα;

ἐπισκεπτέον δὲ καὶ ποτέρως ἔχει τοῦ ὅλου φύσις τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, πότερον κεχωρισμένον τι καὶ αὐτὸ καθ᾽ αὑτό, τὴν τάξιν. ἀμφοτέρως ὥσπερ στράτευμα; καὶ γὰρ ἐν τῇ τάξει τὸ εὖ καὶ στρατηγός, καὶ μᾶλλον [15] οὗτος: οὐ γὰρ οὗτος διὰ τὴν τάξιν ἀλλ᾽ ἐκείνη διὰ τοῦτόν ἐστιν. πάντα δὲ συντέτακταί πως, ἀλλ᾽ οὐχ ὁμοίως, καὶ πλωτὰ καὶ πτηνὰ καὶ φυτά: καὶ οὐχ οὕτως ἔχει ὥστε μὴ εἶναι θατέρῳ πρὸς θάτερον μηδέν, ἀλλ᾽ ἔστι τι. πρὸς μὲν γὰρ ἓν ἅπαντα συντέτακται, ἀλλ᾽ ὥσπερ ἐν οἰκίᾳ τοῖς ἐλευθέροις [20] ἥκιστα ἔξεστιν τι ἔτυχε ποιεῖν, ἀλλὰ πάντα τὰ πλεῖστα τέτακται, τοῖς δὲ ἀνδραπόδοις καὶ τοῖς θηρίοις μικρὸν τὸ εἰς τὸ κοινόν, τὸ δὲ πολὺ τι ἔτυχεν: τοιαύτη γὰρ ἑκάστου ἀρχὴ αὐτῶν φύσις ἐστίν. λέγω δ᾽ οἷον εἴς γε τὸ διακριθῆναι ἀνάγκη ἅπασιν ἐλθεῖν, καὶ ἄλλα οὕτως ἔστιν ὧν κοινωνεῖ [25] ἅπαντα εἰς τὸ ὅλον.

ὅσα δὲ ἀδύνατα συμβαίνει ἄτοπα τοῖς ἄλλως λέγουσι, καὶ ποῖα οἱ χαριεστέρως λέγοντες, καὶ ἐπὶ ποίων ἐλάχισται ἀπορίαι, δεῖ μὴ λανθάνειν. πάντες γὰρ ἐξ ἐναντίων ποιοῦσι πάντα. οὔτε δὲ τὸ πάντα οὔτε τὸ ἐξ ἐναντίων ὀρθῶς, οὔτ᾽ ἐν ὅσοις τὰ ἐναντία ὑπάρχει, πῶς [30] ἐκ τῶν ἐναντίων ἔσται, οὐ λέγουσιν: ἀπαθῆ γὰρ τὰ ἐναντία ὑπ᾽ ἀλλήλων. ἡμῖν δὲ λύεται τοῦτο εὐλόγως τῷ τρίτον τι εἶναι. οἱ δὲ τὸ ἕτερον τῶν ἐναντίων ὕλην ποιοῦσιν, ὥσπερ οἱ τὸ ἄνισον τῷ ἴσῳ τῷ ἑνὶ τὰ πολλά. λύεται δὲ καὶ τοῦτο τὸν αὐτὸν τρόπον: γὰρ ὕλη μία οὐδενὶ ἐναντίον. ἔτι [35] ἅπαντα τοῦ φαύλου μεθέξει ἔξω τοῦ ἑνός: τὸ γὰρ κακὸν αὐτὸ θάτερον τῶν στοιχείων. οἱ δ᾽ ἄλλοι οὐδ᾽ ἀρχὰς τὸ ἀγαθὸν καὶ τὸ κακόν: καίτοι ἐν ἅπασι μάλιστα τὸ ἀγαθὸν ἀρχή. [38] οἱ δὲ τοῦτο μὲν ὀρθῶς ὅτι ἀρχήν, ἀλλὰ πῶς τὸ ἀγαθὸν ἀρχὴ οὐ λέγουσιν, πότερον ὡς τέλος ὡς κινῆσαν ὡς εἶδος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: