previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1070β] [1] τί οὖν τοῦτ᾽ ἔσται; παρὰ γὰρ τὴν οὐσίαν καὶ τἆλλα τὰ κατηγορούμενα οὐδέν ἐστι κοινόν, πρότερον δὲ τὸ στοιχεῖον ὧν στοιχεῖον: ἀλλὰ μὴν οὐδ᾽ οὐσία στοιχεῖον τῶν πρός τι, οὐδὲ τούτων οὐδὲν τῆς οὐσίας. ἔτι πῶς ἐνδέχεται πάντων [5] εἶναι ταὐτὰ στοιχεῖα; οὐδὲν γὰρ οἷόν τ᾽ εἶναι τῶν στοιχείων τῷ ἐκ στοιχείων συγκειμένῳ τὸ αὐτό, οἷον τῷ ΒΑ τὸ Β Αοὐδὲ δὴ τῶν νοητῶν στοιχεῖόν ἐστιν, οἷον τὸ ὂν τὸ ἕν: ὑπάρχει γὰρ ταῦτα ἑκάστῳ καὶ τῶν συνθέτων). οὐδὲν ἄρ᾽ ἔσται αὐτῶν οὔτ᾽ οὐσία οὔτε πρός τι: ἀλλ᾽ ἀναγκαῖον. οὐκ ἔστιν ἄρα [10] πάντων ταὐτὰ στοιχεῖα.

ὥσπερ λέγομεν, ἔστι μὲν ὥς, ἔστι δ᾽ ὡς οὔ, οἷον ἴσως τῶν αἰσθητῶν σωμάτων ὡς μὲν εἶδος τὸ θερμὸν καὶ ἄλλον τρόπον τὸ ψυχρὸν στέρησις, ὕλη δὲ τὸ δυνάμει ταῦτα πρῶτον καθ᾽ αὑτό, οὐσίαι δὲ ταῦτά τε καὶ τὰ ἐκ τούτων, ὧν ἀρχαὶ ταῦτα, εἴ τι ἐκ θερμοῦ καὶ ψυχροῦ [15] γίγνεται ἕν, οἷον σὰρξ ὀστοῦν: ἕτερον γὰρ ἀνάγκη ἐκείνων εἶναι τὸ γενόμενον. τούτων μὲν οὖν ταὐτὰ στοιχεῖα καὶ ἀρχαίἄλλων δ᾽ ἄλλα), πάντων δὲ οὕτω μὲν εἰπεῖν οὐκ ἔστιν, τῷ ἀνάλογον δέ, ὥσπερ εἴ τις εἴποι ὅτι ἀρχαὶ εἰσὶ τρεῖς, τὸ εἶδος καὶ στέρησις καὶ ὕλη. ἀλλ᾽ ἕκαστον τούτων ἕτερον περὶ [20] ἕκαστον γένος ἐστίν, οἷον ἐν χρώματι λευκὸν μέλαν ἐπιφάνεια: φῶς σκότος ἀήρ, ἐκ δὲ τούτων ἡμέρα καὶ νύξ. ἐπεὶ δὲ οὐ μόνον τὰ ἐνυπάρχοντα αἴτια, ἀλλὰ καὶ τῶν ἐκτὸς οἷον τὸ κινοῦν, δῆλον ὅτι ἕτερον ἀρχὴ καὶ στοιχεῖον, [24] αἴτια δ᾽ ἄμφω, καὶ εἰς ταῦτα διαιρεῖται ἀρχή, τὸ δ᾽ [25] ὡς κινοῦν ἱστὰν ἀρχή τις καὶ οὐσία, ὥστε στοιχεῖα μὲν κατ᾽ ἀναλογίαν τρία, αἰτίαι δὲ καὶ ἀρχαὶ τέτταρες: ἄλλο δ᾽ ἐν ἄλλῳ, καὶ τὸ πρῶτον αἴτιον ὡς κινοῦν ἄλλο ἄλλῳ. ὑγίεια, νόσος, σῶμα: τὸ κινοῦν ἰατρική. εἶδος, ἀταξία τοιαδί, πλίνθοι: τὸ κινοῦν οἰκοδομική καὶ εἰς ταῦτα διαιρεῖται [30] ἀρχή. ἐπεὶ δὲ τὸ κινοῦν ἐν μὲν τοῖς φυσικοῖς ἀνθρώπῳ ἄνθρωπος, ἐν δὲ τοῖς ἀπὸ διανοίας τὸ εἶδος τὸ ἐναντίον, τρόπον τινὰ τρία αἴτια ἂν εἴη, ὡδὶ δὲ τέτταρα. ὑγίεια γάρ πως ἰατρική, καὶ οἰκίας εἶδος οἰκοδομική, καὶ ἄνθρωπος ἄνθρωπον γεννᾷ: ἔτι παρὰ ταῦτα τὸ ὡς [35] πρῶτον πάντων κινοῦν πάντα.

ἐπεὶ δ᾽ ἐστὶ τὰ μὲν χωριστὰ τὰ δ᾽ οὐ χωριστά, οὐσίαι ἐκεῖνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: