previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1070α] [1] ὑφ᾽ οὗ μέν, τοῦ πρώτου κινοῦντος: δέ, ὕλη: εἰς δέ, τὸ εἶδος. εἰς ἄπειρον οὖν εἶσιν, εἰ μὴ μόνον χαλκὸς γίγνεται στρογγύλος ἀλλὰ καὶ τὸ στρογγύλον χαλκός: ἀνάγκη δὴ στῆναι.

μετὰ ταῦτα ὅτι ἑκάστη [5] ἐκ συνωνύμου γίγνεται οὐσίατὰ γὰρ φύσει οὐσίαι καὶ τὰ ἄλλα). γὰρ τέχνῃ φύσει γίγνεται τύχῃ τῷ αὐτομάτῳ. μὲν οὖν τέχνη ἀρχὴ ἐν ἄλλῳ, δὲ φύσις ἀρχὴ ἐν αὐτῷἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ), αἱ δὲ λοιπαὶ αἰτίαι στερήσεις τούτων. οὐσίαι δὲ τρεῖς, μὲν ὕλη [10] τόδε τι οὖσα τῷ φαίνεσθαιὅσα γὰρ ἁφῇ καὶ μὴ συμφύσει, ὕλη καὶ ὑποκείμενον), δὲ φύσις τόδε τι καὶ ἕξις τις εἰς ἥν: ἔτι τρίτη ἐκ τούτων καθ᾽ ἕκαστα, οἷον Σωκράτης Καλλίας. ἐπὶ μὲν οὖν τινῶν τὸ τόδε τι οὐκ ἔστι παρὰ τὴν συνθετὴν οὐσίαν, οἷον οἰκίας τὸ εἶδος, εἰ [15] μὴ τέχνηοὐδ᾽ ἔστι γένεσις καὶ φθορὰ τούτων, ἀλλ᾽ ἄλλον τρόπον εἰσὶ καὶ οὐκ εἰσὶν οἰκία τε ἄνευ ὕλης καὶ ὑγίεια καὶ πᾶν τὸ κατὰ τέχνην), ἀλλ᾽ εἴπερ, ἐπὶ τῶν φύσει: διὸ δὴ οὐ κακῶς Πλάτων ἔφη ὅτι εἴδη ἔστιν ὁπόσα φύσει, εἴπερ ἔστιν εἴδη ἄλλα τούτων οἷον πῦρ σὰρξ κεφαλή: [20] ἅπαντα γὰρ ὕλη ἐστί, καὶ τῆς μάλιστ᾽ οὐσίας τελευταία. τὰ μὲν οὖν κινοῦντα αἴτια ὡς προγεγενημένα ὄντα, τὰ δ᾽ ὡς λόγος ἅμα. ὅτε γὰρ ὑγιαίνει ἄνθρωπος, τότε καὶ ὑγίεια ἔστιν, καὶ τὸ σχῆμα τῆς χαλκῆς σφαίρας ἅμα καὶ χαλκῆ σφαῖραεἰ δὲ καὶ ὕστερόν τι ὑπομένει, σκεπτέον: [25] ἐπ᾽ ἐνίων γὰρ οὐδὲν κωλύει, οἷον εἰ ψυχὴ τοιοῦτον, μὴ πᾶσα ἀλλ᾽ νοῦς: πᾶσαν γὰρ ἀδύνατον ἴσως). φανερὸν δὴ ὅτι οὐδὲν δεῖ διά γε ταῦτ᾽ εἶναι τὰς ἰδέας: ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, καθ᾽ ἕκαστον τὸν τινά: ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνῶν: γὰρ ἰατρικὴ τέχνη λόγος τῆς ὑγιείας [30] ἐστίν.

τὰ δ᾽ αἴτια καὶ αἱ ἀρχαὶ ἄλλα ἄλλων ἔστιν ὥς, ἔστι δ᾽ ὡς, ἂν καθόλου λέγῃ τις καὶ κατ᾽ ἀναλογίαν, ταὐτὰ πάντων. ἀπορήσειε γὰρ ἄν τις πότερον ἕτεραι αἱ αὐταὶ ἀρχαὶ καὶ στοιχεῖα τῶν οὐσιῶν καὶ τῶν πρός τι, καὶ καθ᾽ [35] ἑκάστην δὴ τῶν κατηγοριῶν ὁμοίως. ἀλλ᾽ ἄτοπον εἰ ταὐτὰ πάντων: ἐκ τῶν αὐτῶν γὰρ ἔσται τὰ πρός τι καὶ αἱ οὐσίαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: