previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1068β] [1] ὥστε οὔπω ἦν τὸ γιγνόμενον ἁπλῶς, ἀλλά τι γιγνόμενον γιγνόμενον ἤδη. καὶ τοῦτ᾽ ἐγίγνετό ποτε, ὥστ᾽ οὐκ ἦν πω τότε γιγνόμενον. ἐπεὶ δὲ τῶν ἀπείρων οὐκ ἔστι τι πρῶτον, οὐκ [5] ἔσται τὸ πρῶτον, ὥστ᾽ οὐδὲ τὸ ἐχόμενον. οὔτε γίγνεσθαι οὖν οὔτε κινεῖσθαι οἷόν τε οὔτε μεταβάλλειν οὐδέν. ἔτι τοῦ αὐτοῦ κίνησις ἐναντία καὶ ἠρέμησις, καὶ γένεσις καὶ φθορά, ὥστε τὸ γιγνόμενον, ὅταν γένηται γιγνόμενον, τότε φθείρεται: οὔτε γὰρ εὐθὺς γιγνόμενον οὔθ᾽ ὕστερον: εἶναι γὰρ δεῖ [10] τὸ φθειρόμενον. ἔτι δεῖ ὕλην ὑπεῖναι τῷ γιγνομένῳ καὶ μεταβάλλοντι. τίς οὖν ἔσται ὥσπερ τὸ ἀλλοιωτὸν σῶμα ψυχήοὕτω τί τὸ γιγνόμενον κίνησις γένεσις; καὶ ἔτι τί εἰς κινοῦνται; δεῖ γὰρ εἶναι τὴν τοῦδε ἐκ τοῦδε εἰς τόδε κίνησιν γένεσιν. πῶς οὖν; οὐ γὰρ ἔσται μάθησις τῆς [15] μαθήσεως, ὥστ᾽ οὐδὲ γένεσις γενέσεως. ἐπεὶ δ᾽ οὔτ᾽ οὐσίας οὔτε τοῦ πρός τι οὔτε τοῦ ποιεῖν καὶ πάσχειν, λείπεται κατὰ τὸ ποιὸν καὶ ποσὸν καὶ τόπον κίνησιν εἶναιτούτων γὰρ ἑκάστῳ ἐναντίωσις ἔστιν), λέγω δὲ τὸ ποιὸν οὐ τὸ ἐν τῇ οὐσίᾳκαὶ γὰρ διαφορὰ ποιόνἀλλὰ τὸ παθητικόν, καθ᾽ [20] λέγεται πάσχειν ἀπαθὲς εἶναι. τὸ δὲ ἀκίνητον τό τε ὅλως ἀδύνατον κινηθῆναι καὶ τὸ μόλις ἐν χρόνῳ πολλῷ βραδέως ἀρχόμενον, καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον μὴ κινούμενον δὲ ὅτε πέφυκε καὶ οὗ καὶ ὥς: καλῶ ἠρεμεῖν τῶν ἀκινήτων μόνον: ἐναντίον γὰρ ἠρεμία [25] κινήσει, ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ. ἅμα κατὰ τόπον ὅσα ἐν ἑνὶ τόπῳ πρώτῳ, καὶ χωρὶς ὅσα ἐν ἄλλῳ: ἅπτεσθαι δὲ ὧν τὰ ἄκρα ἅμα: μεταξὺ δ᾽ εἰς πέφυκε πρότερον ἀφικνεῖσθαι τὸ μεταβάλλον εἰς ἔσχατον μεταβάλλει κατὰ φύσιν τὸ συνεχῶς μεταβάλλον. [30] ἐναντίον κατὰ τόπον τὸ κατ᾽ εὐθεῖαν ἀπέχον πλεῖστον: ἑξῆς δὲ οὗ μετὰ τὴν ἀρχὴν ὄντος, θέσει εἴδει ἄλλως πως ἀφορισθέντος, μηθὲν μεταξύ ἐστι τῶν ἐν ταὐτῷ γένει καὶ οὗ ἐφεξῆς ἐστίν, οἷον γραμμαὶ γραμμῆς μονάδες μονάδος οἰκίας οἰκίαἄλλο δ᾽ οὐθὲν κωλύει μεταξὺ [35] εἶναι). τὸ γὰρ ἑξῆς τινὸς ἐφεξῆς καὶ ὕστερόν τι: οὐ γὰρ τὸ ἓν ἑξῆς τῶν δύο οὐδ᾽ νουμηνία τῆς δευτέρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: