previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1065β] [1] ἐπεὶ δ᾽ οὐθὲν κατὰ συμβεβηκὸς πρότερον τῶν καθ᾽ αὑτό, οὐδ᾽ ἄρ᾽ αἴτια: εἰ ἄρα τύχη τὸ αὐτόματον αἴτιον τοῦ οὐρανοῦ, πρότερον νοῦς αἴτιος καὶ φύσις. [5]

ἔστι δὲ τὸ μὲν ἐνεργείᾳ μόνον τὸ δὲ δυνάμει τὸ δὲ δυνάμει καὶ ἐνεργείᾳ, τὸ μὲν ὂν τὸ δὲ ποσὸν τὸ δὲ τῶν λοιπῶν. οὐκ ἔστι δέ τις κίνησις παρὰ τὰ πράγματα: μεταβάλλει γὰρ ἀεὶ κατὰ τὰς τοῦ ὄντος κατηγορίας, κοινὸν δ᾽ ἐπὶ τούτων οὐδέν ἐστιν οὐδ᾽ ἐν μιᾷ κατηγορίᾳ. ἕκαστον δὲ διχῶς [10] ὑπάρχει πᾶσινοἷον τὸ τόδετὸ μὲν γὰρ μορφὴ αὐτοῦ τὸ δὲ στέρησιςκαὶ κατὰ τὸ ποιὸν τὸ μὲν λευκὸν τὸ δὲ μέλαν, καὶ κατὰ τὸ ποσὸν τὸ μὲν τέλειον τὸ δὲ ἀτελές, καὶ κατὰ φορὰν τὸ μὲν ἄνω τὸ δὲ κάτω, κοῦφον καὶ βαρύ): ὥστε κινήσεως καὶ μεταβολῆς τοσαῦτ᾽ εἴδη ὅσα τοῦ ὄντος. διῃρημένου [15] δὲ καθ᾽ ἕκαστον γένος τοῦ μὲν δυνάμει τοῦ δ᾽ ἐντελεχείᾳ, τὴν τοῦ δυνάμει τοιοῦτόν ἐστιν ἐνέργειαν λέγω κίνησιν. ὅτι δ᾽ ἀληθῆ λέγομεν, ἐνθένδε δῆλον: ὅταν γὰρ τὸ οἰκοδομητόν, τοιοῦτον αὐτὸ λέγομεν εἶναι, ἐνεργείᾳ , οἰκοδομεῖται, καὶ ἔστι τοῦτο οἰκοδόμησις: ὁμοίως μάθησις, ἰάτρευσις, βάδισις, [20] ἅλσις, γήρανσις, ἅδρυνσις. συμβαίνει δὲ κινεῖσθαι ὅταν ἐντελέχεια αὐτή, καὶ οὔτε πρότερον οὔθ᾽ ὕστερον. δὴ τοῦ δυνάμει ὄντος, ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ, οὐχ αὐτὸ ἀλλ᾽ κινητόν, κίνησίς ἐστιν. λέγω δὲ τὸ ὧδε. ἔστι γὰρ χαλκὸς δυνάμει ἀνδριάς: ἀλλ᾽ ὅμως οὐχ τοῦ [25] χαλκοῦ ἐντελέχεια, χαλκός, κίνησίς ἐστιν. οὐ γὰρ ταὐτὸν χαλκῷ εἶναι καὶ δυνάμει τινί, ἐπεὶ εἰ ταὐτὸν ἦν ἁπλῶς κατὰ τὸν λόγον, ἦν ἂν τοῦ χαλκοῦ ἐντελέχεια κίνησίς τις. οὐκ ἔστι δὲ ταὐτόδῆλον δ᾽ ἐπὶ τῶν ἐναντίων: τὸ μὲν γὰρ δύνασθαι ὑγιαίνειν καὶ δύνασθαι κάμνειν οὐ ταὐτόνκαὶ γὰρ [30] ἂν τὸ ὑγιαίνειν καὶ τὸ κάμνειν ταὐτὸν ἦντὸ δ᾽ ὑποκείμενον καὶ ὑγιαῖνον καὶ νοσοῦν, εἴθ᾽ ὑγρότης εἴθ᾽ αἷμα, ταὐτὸ καὶ ἕν). ἐπεὶ δὲ οὐ τὸ αὐτό, ὥσπερ οὐδὲ χρῶμα ταὐτὸν καὶ ὁρατόν, τοῦ δυνατοῦ καὶ δυνατὸν ἐντελέχεια κίνησίς ἐστιν. [34] ὅτι μὲν οὖν ἐστιν αὕτη, καὶ ὅτι συμβαίνει τότε κινεῖσθαι ὅταν [35] ἐντελέχεια αὐτή, καὶ οὔτε πρότερον οὔθ᾽ ὕστερον, δῆλονἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: