previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1064β] [1] δῆλον τοίνυν ὅτι τρία γένη τῶν θεωρητικῶν ἐπιστημῶν ἔστι, φυσική, μαθηματική, θεολογική. βέλτιστον μὲν οὖν τὸ τῶν θεωρητικῶν γένος, τούτων δ᾽ αὐτῶν τελευταία λεχθεῖσα: περὶ τὸ τιμιώτατον [5] γάρ ἐστι τῶν ὄντων, βελτίων δὲ καὶ χείρων ἑκάστη λέγεται κατὰ τὸ οἰκεῖον ἐπιστητόν. ἀπορήσειε δ᾽ ἄν τις πότερόν ποτε τὴν τοῦ ὄντος ὂν ἐπιστήμην καθόλου δεῖ θεῖναι οὔ. τῶν μὲν γὰρ μαθηματικῶν ἑκάστη περὶ ἕν τι γένος ἀφωρισμένον ἐστίν, δὲ καθόλου κοινὴ περὶ πάντων. εἰ μὲν οὖν [10] αἱ φυσικαὶ οὐσίαι πρῶται τῶν ὄντων εἰσί, κἂν φυσικὴ πρώτη τῶν ἐπιστημῶν εἴη: εἰ δ᾽ ἔστιν ἑτέρα φύσις καὶ οὐσία χωριστὴ καὶ ἀκίνητος, ἑτέραν ἀνάγκη καὶ τὴν ἐπιστήμην αὐτῆς εἶναι καὶ προτέραν τῆς φυσικῆς καὶ καθόλου τῷ προτέραν. [15]

ἐπεὶ δὲ τὸ ἁπλῶς ὂν κατὰ πλείους λέγεται τρόπους, ὧν εἷς ἐστὶν κατὰ συμβεβηκὸς εἶναι λεγόμενος, σκεπτέον πρῶτον περὶ τοῦ οὕτως ὄντος. ὅτι μὲν οὖν οὐδεμία τῶν παραδεδομένων ἐπιστημῶν πραγματεύεται περὶ τὸ συμβεβηκός, δῆλονοὔτε γὰρ οἰκοδομικὴ σκοπεῖ τὸ συμβησόμενον τοῖς τῇ [20] οἰκίᾳ χρησομένοις, οἷον εἰ λυπηρῶς τοὐναντίον οἰκήσουσιν, οὔθ᾽ ὑφαντικὴ οὔτε σκυτοτομικὴ οὔτε ὀψοποιική, τὸ δὲ καθ᾽ αὑτὴν ἴδιον ἑκάστη τούτων σκοπεῖ τῶν ἐπιστημῶν μόνον, τοῦτο δ᾽ ἐστὶ τὸ οἰκεῖον τέλος: οὐδὲ μουσικὸν καὶ γραμματικόν, οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς ἅμα ἔσται τὰ [25] ἀμφότερα, πρότερον οὐκ ὤν, δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ᾽ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός,

τοῦτο δὲ οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως οὐσῶν ἐπιστημῶν πλὴν σοφιστική: περὶ τὸ συμβεβηκὸς γὰρ αὕτη μόνη πραγματεύεται, διὸ Πλάτων οὐ κακῶς εἴρηκε φήσας τὸν σοφιστὴν [30] περὶ τὸ μὴ ὂν διατρίβειν): ὅτι δ᾽ οὐδ᾽ ἐνδεχόμενόν ἐστιν εἶναι τοῦ συμβεβηκότος ἐπιστήμην, φανερὸν ἔσται πειραθεῖσιν ἰδεῖν τί ποτ᾽ ἐστὶ τὸ συμβεβηκός. πᾶν δή φαμεν εἶναι τὸ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκηςἀνάγκης δ᾽ οὐ τῆς κατὰ τὸ βίαιον λεγομένης ἀλλ᾽ χρώμεθα ἐν τοῖς κατὰ τὰς ἀποδείξεις), [35] τὸ δ᾽ ὡς ἐπὶ τὸ πολύ, τὸ δ᾽ οὔθ᾽ ὡς ἐπὶ τὸ πολὺ οὔτ᾽ ἀεὶ καὶ ἐξ ἀνάγκης ἀλλ᾽ ὅπως ἔτυχεν: οἷον ἐπὶ κυνὶ γένοιτ᾽ ἂν ψῦχος, ἀλλὰ τοῦτ᾽ οὔτ᾽ ὡς ἀεὶ καὶ ἐξ ἀνάγκης οὔθ᾽ ὡς ἐπὶ τὸ πολὺ γίγνεται, συμβαίη δέ ποτ᾽ ἄν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: