previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1061β] [1] τῶν δὲ τὰς συμμετρίας καὶ ἀσυμμετρίας, τῶν δὲ τοὺς λόγους, ἀλλ᾽ ὅμως μίαν πάντων καὶ τὴν αὐτὴν τίθεμεν ἐπιστήμην τὴν γεωμετρικήν), τὸν αὐτὸν δὴ τρόπον ἔχει καὶ περὶ τὸ ὄν. τὰ γὰρ τούτῳ συμβεβηκότα καθ᾽ ὅσον ἐστὶν ὄν, καὶ [5] τὰς ἐναντιώσεις αὐτοῦ ὄν, οὐκ ἄλλης ἐπιστήμης φιλοσοφίας θεωρῆσαι. τῇ φυσικῇ μὲν γὰρ οὐχ ὄντα, μᾶλλον δ᾽ κινήσεως μετέχει, τὴν θεωρίαν τις ἀπονείμειεν ἄν: γε μὴν διαλεκτικὴ καὶ σοφιστικὴ τῶν συμβεβηκότων μέν εἰσι τοῖς οὖσιν, οὐχ δ᾽ ὄντα οὐδὲ περὶ τὸ ὂν αὐτὸ καθ᾽ ὅσον [10] ὄν ἐστιν: ὥστε λείπεται τὸν φιλοσόφον, καθ᾽ ὅσον ὄντ᾽ ἐστίν, εἶναι περὶ τὰ λεχθέντα θεωρητικόν. ἐπεὶ δὲ τό τε ὂν ἅπαν καθ᾽ ἕν τι καὶ κοινὸν λέγεται πολλαχῶς λεγόμενον, καὶ τἀναντία τὸν αὐτὸν τρόπονεἰς τὰς πρώτας γὰρ ἐναντιώσεις καὶ διαφορὰς τοῦ ὄντος ἀνάγεται), τὰ δὲ τοιαῦτα δυνατὸν [15] ὑπὸ μίαν ἐπιστήμην εἶναι, διαλύοιτ᾽ ἂν κατ᾽ ἀρχὰς ἀπορία λεχθεῖσα, λέγω δ᾽ ἐν διηπορεῖτο πῶς ἔσται πολλῶν καὶ διαφόρων ὄντων τῷ γένει μία τις ἐπιστήμη.

ἐπεὶ δὲ καὶ μαθηματικὸς χρῆται τοῖς κοινοῖς ἰδίως, καὶ τὰς τούτων ἀρχὰς ἂν εἴη θεωρῆσαι τῆς πρώτης φιλοσοφίας. ὅτι γὰρ [20] ἀπὸ τῶν ἴσων ἴσων ἀφαιρεθέντων ἴσα τὰ λειπόμενα, κοινὸν μέν ἐστιν ἐπὶ πάντων τῶν ποσῶν, μαθηματικὴ δ᾽ ἀπολαβοῦσα περί τι μέρος τῆς οἰκείας ὕλης ποιεῖται τὴν θεωρίαν, οἷον περὶ γραμμὰς γωνίας ἀριθμοὺς τῶν λοιπῶν τι ποσῶν, οὐχ δ᾽ ὄντα ἀλλ᾽ συνεχὲς αὐτῶν ἕκαστον ἐφ᾽ [25] ἓν δύο τρία: δὲ φιλοσοφία περὶ τῶν ἐν μέρει μέν, τούτων ἑκάστῳ τι συμβέβηκεν, οὐ σκοπεῖ, περὶ τὸ ὂν δέ, ὂν τῶν τοιούτων ἕκαστον, θεωρεῖ. τὸν αὐτὸν δ᾽ ἔχει τρόπον καὶ περὶ τὴν φυσικὴν ἐπιστήμην τῇ μαθηματικῇ: τὰ συμβεβηκότα γὰρ φυσικὴ καὶ τὰς ἀρχὰς θεωρεῖ τὰς τῶν ὄντων [30] κινούμενα καὶ οὐχ ὄντατὴν δὲ πρώτην εἰρήκαμεν ἐπιστήμην τούτων εἶναι καθ᾽ ὅσον ὄντα τὰ ὑποκείμενά ἐστιν, ἀλλ᾽ οὐχ ἕτερόν τι): διὸ καὶ ταύτην καὶ τὴν μαθηματικὴν ἐπιστήμην μέρη τῆς σοφίας εἶναι θετέον.

ἔστι δέ τις ἐν τοῖς οὖσιν ἀρχὴ περὶ ἣν οὐκ ἔστι διεψεῦσθαι, [35] τοὐναντίον δὲ ἀναγκαῖον ἀεὶ ποιεῖν, λέγω δὲ ἀληθεύειν, οἷον ὅτι οὐκ ἐνδέχεται τὸ αὐτὸ καθ᾽ ἕνα καὶ τὸν αὐτὸν χρόνον εἶναι καὶ μὴ εἶναι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: