previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1061α] [1] λέγεται δὲ τοῦτον τὸν τρόπον ἕκαστον τῷ τὸ μὲν πρὸς τὴν ἰατρικὴν ἐπιστήμην ἀνάγεσθαί πως τὸ δὲ πρὸς ὑγίειαν τὸ δ᾽ ἄλλως, πρὸς ταὐτὸ δ᾽ ἕκαστον. ἰατρικὸς γὰρ λόγος καὶ μαχαίριον λέγεται τῷ τὸ μὲν ἀπὸ τῆς ἰατρικῆς [5] ἐπιστήμης εἶναι τὸ δὲ ταύτῃ χρήσιμον. ὁμοίως δὲ καὶ ὑγιεινόν: τὸ μὲν γὰρ ὅτι σημαντικὸν ὑγιείας τὸ δ᾽ ὅτι ποιητικόν. δ᾽ αὐτὸς τρόπος καὶ ἐπὶ τῶν λοιπῶν. τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ὂν ἅπαν λέγεται: τῷ γὰρ τοῦ ὄντος ὂν πάθος ἕξις διάθεσις κίνησις τῶν ἄλλων τι τῶν τοιούτων [10] εἶναι λέγεται ἕκαστον αὐτῶν ὄν. ἐπεὶ δὲ παντὸς τοῦ ὄντος πρὸς ἕν τι καὶ κοινὸν ἀναγωγὴ γίγνεται, καὶ τῶν ἐναντιώσεων ἑκάστη πρὸς τὰς πρώτας διαφορὰς καὶ ἐναντιώσεις ἀναχθήσεται τοῦ ὄντος, εἴτε πλῆθος καὶ ἓν εἴθ᾽ ὁμοιότης καὶ ἀνομοιότης αἱ πρῶται τοῦ ὄντος εἰσὶ διαφοραί, εἴτ᾽ [15] ἄλλαι τινές: ἔστωσαν γὰρ αὗται τεθεωρημέναι. διαφέρει δ᾽ οὐδὲν τὴν τοῦ ὄντος ἀναγωγὴν πρὸς τὸ ὂν πρὸς τὸ ἓν γίγνεσθαι. καὶ γὰρ εἰ μὴ ταὐτὸν ἄλλο δ᾽ ἐστίν, ἀντιστρέφει γε: τό τε γὰρ ἓν καὶ ὄν πως, τό τε ὂν ἕν.

ἐπεὶ δ᾽ ἐστὶ τὰ ἐναντία πάντα τῆς αὐτῆς καὶ μιᾶς ἐπιστήμης θεωρῆσαι, λέγεται [20] δ᾽ ἕκαστον αὐτῶν κατὰ στέρησινκαίτοι γ᾽ ἔνια ἀπορήσειέ τις ἂν πῶς λέγεται κατὰ στέρησιν, ὧν ἔστιν ἀνὰ μέσον τι, καθάπερ ἀδίκου καὶ δικαίουπερὶ πάντα δὴ τὰ τοιαῦτα τὴν στέρησιν δεῖ τιθέναι μὴ τοῦ ὅλου λόγου, τοῦ τελευταίου δὲ εἴδους: οἷον εἰ ἔστιν δίκαιος καθ᾽ ἕξιν τινὰ [25] πειθαρχικὸς τοῖς νόμοις, οὐ πάντως ἄδικος ἔσται τοῦ ὅλου στερούμενος λόγου, περὶ δὲ τὸ πείθεσθαι τοῖς νόμοις ἐκλείπων πῃ, καὶ ταύτῃ στέρησις ὑπάρξει αὐτῷ: τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.

καθάπερ δ᾽ μαθηματικὸς περὶ τὰ ἐξ ἀφαιρέσεως τὴν θεωρίαν ποιεῖταιπεριελὼν γὰρ πάντα [30] τὰ αἰσθητὰ θεωρεῖ, οἷον βάρος καὶ κουφότητα καὶ σκληρότητα καὶ τοὐναντίον, ἔτι δὲ καὶ θερμότητα καὶ ψυχρότητα καὶ τὰς ἄλλας αἰσθητὰς ἐναντιώσεις, μόνον δὲ καταλείπει τὸ ποσὸν καὶ συνεχές, τῶν μὲν ἐφ᾽ ἓν τῶν δ᾽ ἐπὶ δύο τῶν δ᾽ ἐπὶ τρία, καὶ τὰ πάθη τὰ τούτων ποσά ἐστι [35] καὶ συνεχῆ, καὶ οὐ καθ᾽ ἕτερόν τι θεωρεῖ, καὶ τῶν μὲν τὰς πρὸς ἄλληλα θέσεις σκοπεῖ καὶ τὰ ταύταις ὑπάρχοντα,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: