previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1059α] [18]

ὅτι μὲν σοφία περὶ ἀρχὰς ἐπιστήμη τίς ἐστι, δῆλον ἐκ τῶν πρώτων ἐν οἷς διηπόρηται πρὸς τὰ ὑπὸ τῶν ἄλλων [20] εἰρημένα περὶ τῶν ἀρχῶν: ἀπορήσειε δ᾽ ἄν τις πότερον μίαν ὑπολαβεῖν εἶναι δεῖ τὴν σοφίαν ἐπιστήμην πολλάς: εἰ μὲν γὰρ μίαν, μία γ᾽ ἐστὶν ἀεὶ τῶν ἐναντίων, αἱ δ᾽ ἀρχαὶ οὐκ ἐναντίαι: εἰ δὲ μὴ μία, ποίας δεῖ θεῖναι ταύτας; ἔτι τὰς ἀποδεικτικὰς ἀρχὰς θεωρῆσαι μιᾶς πλειόνων; εἰ μὲν γὰρ [25] μιᾶς, τί μᾶλλον ταύτης ὁποιασοῦν; εἰ δὲ πλειόνων, ποίας δεῖ ταύτας τιθέναι; ἔτι πότερον πασῶν τῶν οὐσιῶν οὔ; εἰ μὲν γὰρ μὴ πασῶν, ποίων χαλεπὸν ἀποδοῦναι: εἰ δὲ πασῶν μία, ἄδηλον πῶς ἐνδέχεται πλειόνων τὴν αὐτὴν ἐπιστήμην εἶναι. ἔτι πότερον περὶ τὰς οὐσίας μόνον καὶ τὰ [30] συμβεβηκότα ἀπόδειξίς ἐστιν; εἰ γὰρ περί γε τὰ συμβεβηκότα ἀπόδειξίς ἐστιν, περὶ τὰς οὐσίας οὐκ ἔστιν: εἰ δ᾽ ἑτέρα, τίς ἑκατέρα καὶ ποτέρα σοφία; μὲν γὰρ ἀποδεικτική, σοφία περὶ τὰ συμβεβηκότα: δὲ περὶ τὰ πρῶτα, τῶν οὐσιῶν. ἀλλ᾽ οὐδὲ περὶ τὰς ἐν τοῖς φυσικοῖς εἰρημένας αἰτίας [35] τὴν ἐπιζητουμένην ἐπιστήμην θετέον: οὔτε γὰρ περὶ τὸ οὗ ἕνεκεντοιοῦτον γὰρ τὸ ἀγαθόν, τοῦτο δ᾽ ἐν τοῖς πρακτοῖς ὑπάρχει καὶ ταῖς οὖσιν ἐν κινήσει: καὶ τοῦτο πρῶτον κινεῖτοιοῦτον γὰρ τὸ τέλοςτὸ δὲ πρῶτον κινῆσαν οὐκ ἔστιν ἐν τοῖς ἀκινήτοις): ὅλως δ᾽ ἀπορίαν ἔχει πότερόν ποτε περὶ τὰς αἰσθητὰς οὐσίας ἐστὶν ζητουμένη νῦν ἐπιστήμη οὔ, περὶ δέ τινας ἑτέρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: