previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1058β] [1] ὅσαι μὲν ἐν τῷ λόγῳ εἰσὶν ἐναντιότητες εἴδει ποιοῦσι διαφοράν, ὅσαι δ᾽ ἐν τῷ συνειλημμένῳ τῇ ὕλῃ οὐ ποιοῦσιν. διὸ ἀνθρώπου λευκότης οὐ ποιεῖ οὐδὲ μελανία, οὐδὲ τοῦ λευκοῦ ἀνθρώπου ἔστι διαφορὰ κατ᾽ εἶδος πρὸς [5] μέλανα ἄνθρωπον, οὐδ᾽ ἂν ὄνομα ἓν τεθῇ. ὡς ὕλη γὰρ ἄνθρωπος, οὐ ποιεῖ δὲ διαφορὰν ὕλη: οὐδ᾽ ἀνθρώπου γὰρ εἴδη εἰσὶν οἱ ἄνθρωποι διὰ τοῦτο, καίτοι ἕτεραι αἱ σάρκες καὶ τὰ ὀστᾶ ἐξ ὧν ὅδε καὶ ὅδε: ἀλλὰ τὸ σύνολον ἕτερον μέν, εἴδει δ᾽ οὐχ ἕτερον, ὅτι ἐν τῷ λόγῳ οὐκ ἔστιν ἐναντίωσις. τοῦτο δ᾽ [10] ἐστὶ τὸ ἔσχατον ἄτομον: δὲ Καλλίας ἐστὶν λόγος μετὰ τῆς ὕλης: καὶ λευκὸς δὴ ἄνθρωπος, ὅτι Καλλίας λευκός: κατὰ συμβεβηκὸς οὖν ἄνθρωπος. οὐδὲ χαλκοῦς δὴ κύκλος καὶ ξύλινος: οὐδὲ τρίγωνον χαλκοῦν καὶ κύκλος ξύλινος, οὐ διὰ τὴν ὕλην εἴδει διαφέρουσιν ἀλλ᾽ ὅτι ἐν τῷ λόγῳ [15] ἔνεστιν ἐναντίωσις. πότερον δ᾽ ὕλη οὐ ποιεῖ ἕτερα τῷ εἴδει, οὖσά πως ἑτέρα, ἔστιν ὡς ποιεῖ; διὰ τί γὰρ ὁδὶ ἵππος τουδὶ τοῦ ἀνθρώπου ἕτερος τῷ εἴδει; καίτοι σὺν τῇ ὕλῃ οἱ λόγοι αὐτῶν. ὅτι ἔνεστιν ἐν τῷ λόγῳ ἐναντίωσις; καὶ γὰρ τοῦ λευκοῦ ἀνθρώπου καὶ μέλανος ἵππου, καὶ ἔστι γε [20] εἴδει, ἀλλ᾽ οὐχ μὲν λευκὸς δὲ μέλας, ἐπεὶ καὶ εἰ ἄμφω λευκὰ ἦν, ὅμως ἂν ἦν εἴδει ἕτερα. τὸ δὲ ἄρρεν καὶ θῆλυ τοῦ ζῴου οἰκεῖα μὲν πάθη, ἀλλ᾽ οὐ κατὰ τὴν οὐσίαν ἀλλ᾽ ἐν τῇ ὕλῃ καὶ τῷ σώματι, διὸ τὸ αὐτὸ σπέρμα θῆλυ ἄρρεν γίγνεται παθόν τι πάθος. τί μὲν οὖν ἐστὶ τὸ τῷ εἴδει ἕτερον [25] εἶναι, καὶ διὰ τί τὰ μὲν διαφέρει εἴδει τὰ δ᾽ οὔ, εἴρηται.

ἐπειδὴ δὲ τὰ ἐναντία ἕτερα τῷ εἴδει, τὸ δὲ φθαρτὸν καὶ τὸ ἄφθαρτον ἐναντίαστέρησις γὰρ ἀδυναμία διωρισμένη), ἀνάγκη ἕτερον εἶναι τῷ γένει τὸ φθαρτὸν καὶ τὸ ἄφθαρτον. νῦν μὲν οὖν ἐπ᾽ αὐτῶν εἰρήκαμεν τῶν καθόλου [30] ὀνομάτων, ὥστε δόξειεν ἂν οὐκ ἀναγκαῖον εἶναι ὁτιοῦν ἄφθαρτον καὶ φθαρτὸν ἕτερα εἶναι τῷ εἴδει, ὥσπερ οὐδὲ λευκὸν καὶ μέλαντὸ γὰρ αὐτὸ ἐνδέχεται εἶναι, καὶ ἅμα, ἐὰν τῶν καθόλου, ὥσπερ ἄνθρωπος εἴη ἂν καὶ λευκὸς καὶ μέλας, καὶ τῶν καθ᾽ ἕκαστον: εἴη γὰρ ἄν, μὴ ἅμα, αὐτὸς [35] λευκὸς καὶ μέλας: καίτοι ἐναντίον τὸ λευκὸν τῷ μέλανι): ἀλλὰ τῶν ἐναντίων τὰ μὲν κατὰ συμβεβηκὸς ὑπάρχει ἐνίοις, οἷον καὶ τὰ νῦν εἰρημένα καὶ ἄλλα πολλά, τὰ δὲ ἀδύνατον, ὧν ἐστὶ καὶ τὸ φθαρτὸν καὶ τὸ ἄφθαρτον:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: