previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γεγραμμένων δ᾽ ἀγράφων, οὐδὲν ἂν δόξειε διαφέρειν, οὐδὲ δι᾽ ὧν εἷς πολλοὶ παιδευθήσονται, ὥσπερ οὐδ᾽ ἐπὶ μουσικῆς γυμναστικῆς καὶ τῶν ἄλλων ἐπιτηδευμάτων. ὥσπερ γὰρ ἐν ταῖς πόλεσιν ἐνισχύει τὰ νόμιμα καὶ τὰ ἤθη, οὕτω καὶ ἐν οἰκίαις οἱ πατρικοὶ λόγοι καὶ τὰ ἔθη, καὶ ἔτι μᾶλλον διὰ τὴν συγγένειαν καὶ τὰς εὐεργεσίας: προϋπάρχουσι γὰρ στέργοντες καὶ εὐπειθεῖς τῇ φύσει. ἔτι δὲ καὶ διαφέρουσιν αἱ καθ᾽ ἕκαστον παιδεῖαι τῶν κοινῶν, ὥσπερ ἐπ᾽ ἰατρικῆς: καθόλου μὲν γὰρ τῷ πυρέττοντι συμφέρει ἡσυχία καὶ ἀσιτία, τινὶ δ᾽ ἴσως οὔ, τε πυκτικὸς ἴσως οὐ πᾶσι τὴν αὐτὴν μάχην περιτίθησιν. ἐξακριβοῦσθαι δὴ δόξειεν ἂν μᾶλλον τὸ καθ᾽ ἕκαστον ἰδίας τῆς ἐπιμελείας γινομένης: μᾶλλον γὰρ τοῦ προσφόρου τυγχάνει ἕκαστος. ἀλλ᾽ ἐπιμεληθείη μὲν ἂν ἄριστα καθ᾽ ἓν καὶ ἰατρὸς καὶ γυμναστὴς καὶ πᾶς ἄλλος καθόλου εἰδώς, τί πᾶσιν τοῖς τοιοισδίτοῦ κοινοῦ γὰρ αἱ ἐπιστῆμαι λέγονταί τε καὶ εἰσίν): οὐ μὴν ἀλλ᾽ ἑνός τινος οὐδὲν ἴσως κωλύει καλῶς ἐπιμεληθῆναι καὶ ἀνεπιστήμονα ὄντα, τεθεαμένον δ᾽ ἀκριβῶς τὰ συμβαίνοντα ἐφ᾽ ἑκάστῳ δι᾽ ἐμπειρίαν, καθάπερ καὶ ἰατροὶ ἔνιοι δοκοῦσιν ἑαυτῶν ἄριστοι εἶναι, ἑτέρῳ οὐδὲν ἂν δυνάμενοι ἐπαρκέσαι. οὐδὲν δ᾽ ἧττον ἴσως τῷ γε βουλομένῳ τεχνικῷ γενέσθαι καὶ θεωρητικῷ ἐπὶ τὸ καθόλου βαδιστέον εἶναι δόξειεν ἄν, κἀκεῖνο γνωριστέον ὡς ἐνδέχεται: εἴρηται γὰρ ὅτι περὶ τοῦθ᾽ αἱ ἐπιστῆμαι. τάχα δὲ καὶ τῷ βουλομένῳ δι᾽ ἐπιμελείας βελτίους ποιεῖν, εἴτε πολλοὺς εἴτ᾽ ὀλίγους, νομοθετικῷ πειρατέον γενέσθαι, εἰ διὰ νόμων ἀγαθοὶ γενοίμεθ᾽ ἄν. ὅντινα γὰρ οὖν καὶ τὸν προτεθέντα διαθεῖναι καλῶς οὐκ ἔστι τοῦ τυχόντος, ἀλλ᾽ εἴπερ τινός, τοῦ εἰδότος, ὥσπερ ἐπ᾽ ἰατρικῆς καὶ τῶν λοιπῶν ὧν ἔστιν ἐπιμέλειά τις καὶ φρόνησις. ἆρ᾽ οὖν μετὰ τοῦτο ἐπισκεπτέον πόθεν πῶς νομοθετικὸς γένοιτ᾽ ἄν τις; καθάπερ ἐπὶ τῶν ἄλλων, παρὰ τῶν πολιτικῶν; μόριον γὰρ ἐδόκει τῆς πολιτικῆς εἶναι. οὐχ ὅμοιον φαίνεται ἐπὶ τῆς πολιτικῆς καὶ τῶν λοιπῶν ἐπιστημῶν τε καὶ δυνάμεων; ἐν μὲν γὰρ ταῖς ἄλλαις οἱ αὐτοὶ φαίνονται τάς τε δυνάμεις παραδιδόντες καὶ ἐνεργοῦντες ἀπ᾽ αὐτῶν, οἷον ἰατροὶ γραφεῖς: τὰ δὲ πολιτικὰ ἐπαγγέλλονται μὲν διδάσκειν οἱ σοφισταί,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: