previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γὰρ πᾶσι δοκεῖ, ταῦτ᾽ εἶναί φαμεν: δ᾽ ἀναιρῶν ταύτην τὴν πίστιν οὐ πάνυ πιστότερα ἐρεῖ. εἰ μὲν γὰρ τὰ ἀνόητα ὀρέγεται αὐτῶν, ἦν ἄν τι λεγόμενον, εἰ δὲ καὶ τὰ φρόνιμα, πῶς λέγοιεν ἄν τι; ἴσως δὲ καὶ ἐν τοῖς φαύλοις ἔστι τι φυσικὸν ἀγαθὸν κρεῖττον καθ᾽ αὑτά, ἐφίεται τοῦ οἰκείου ἀγαθοῦ. οὐκ ἔοικε δὲ οὐδὲ περὶ τοῦ ἐναντίου καλῶς λέγεσθαι. οὐ γάρ φασιν, εἰ λύπη κακόν ἐστι, τὴν ἡδονὴν ἀγαθὸν εἶναι: ἀντικεῖσθαι γὰρ καὶ κακὸν κακῷ καὶ ἄμφω τῷ μηδετέρῳλέγοντες ταῦτα οὐ κακῶς, οὐ μὴν ἐπί γε τῶν εἰρημένων ἀληθεύοντες. ἀμφοῖν γὰρ ὄντοιν τῶν κακῶν καὶ φευκτὰ ἔδει ἄμφω εἶναι, τῶν μηδετέρων δὲ μηδέτερον ὁμοίως: νῦν δὲ φαίνονται τὴν μὲν φεύγοντες ὡς κακόν, τὴν δ᾽ αἱρούμενοι ὡς ἀγαθόν: οὕτω δὴ καὶ ἀντίκειται. οὐ μὴν οὐδ᾽ εἰ μὴ τῶν ποιοτήτων ἐστὶν ἡδονή, διὰ τοῦτ᾽ οὐδὲ τῶν ἀγαθῶν: οὐδὲ γὰρ αἱ τῆς ἀρετῆς ἐνέργειαι ποιότητές εἰσιν, οὐδ᾽ εὐδαιμονία. λέγουσι δὲ τὸ μὲν ἀγαθὸν ὡρίσθαι, τὴν δ᾽ ἡδονὴν ἀόριστον εἶναι, ὅτι δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. εἰ μὲν οὖν ἐκ τοῦ ἥδεσθαι τοῦτο κρίνουσι, καὶ περὶ τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετάς, καθ᾽ ἃς ἐναργῶς φασὶ μᾶλλον καὶ ἧττον τοὺς ποιοὺς ὑπάρχειν καὶ πράττειν κατὰ τὰς ἀρετάς, ἔσται ταὐτά: δίκαιοι γάρ εἰσι μᾶλλον καὶ ἀνδρεῖοι, ἔστι δὲ καὶ δικαιοπραγεῖν καὶ σωφρονεῖν μᾶλλον καὶ ἧττον. εἰ δὲ ταῖς ἡδοναῖς, μή ποτ᾽ οὐ λέγουσι τὸ αἴτιον, ἂν ὦσιν αἳ μὲν ἀμιγεῖς αἳ δὲ μικταί. καὶ τί κωλύει, καθάπερ ὑγίεια ὡρισμένη οὖσα δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὕτω καὶ τὴν ἡδονήν; οὐ γὰρ αὐτὴ συμμετρία ἐν πᾶσίν ἐστιν, οὐδ᾽ ἐν τῷ αὐτῷ μία τις ἀεί, ἀλλ᾽ ἀνιεμένη διαμένει ἕως τινός, καὶ διαφέρει τῷ μᾶλλον καὶ ἧττον. τοιοῦτον δὴ καὶ τὸ περὶ τὴν ἡδονὴν ἐνδέχεται εἶναι. τέλειόν τε τἀγαθὸν τιθέντες, τὰς δὲ κινήσεις καὶ τὰς γενέσεις ἀτελεῖς, τὴν ἡδονὴν κίνησιν καὶ γένεσιν ἀποφαίνειν πειρῶνται. οὐ καλῶς δ᾽ ἐοίκασι λέγειν οὐδ᾽ εἶναι κίνησιν. πάσῃ γὰρ οἰκεῖον εἶναι δοκεῖ τάχος καὶ βραδυτής, καὶ εἰ μὴ καθ᾽ αὑτήν, οἷον τῇ τοῦ κόσμου, πρὸς ἄλλο: τῇ δ᾽ ἡδονῇ τούτων οὐδέτερον ὑπάρχει. ἡσθῆναι μὲν γὰρ ἔστι ταχέως ὥσπερ ὀργισθῆναι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter II
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: