previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γὰρ ψέγων τὴν ἡδονήν, ὀφθείς ποτ᾽ ἐφιέμενος, ἀποκλίνειν δοκεῖ πρὸς αὐτὴν ὡς τοιαύτην οὖσαν ἅπασαν: τὸ διορίζειν γὰρ οὐκ ἔστι τῶν πολλῶν. ἐοίκασιν οὖν οἱ ἀληθεῖς τῶν λόγων οὐ μόνον πρὸς τὸ εἰδέναι χρησιμώτατοι εἶναι, ἀλλὰ καὶ πρὸς τὸν βίον: συνῳδοὶ γὰρ ὄντες τοῖς ἔργοις πιστεύονται, διὸ προτρέπονται τοὺς συνιέντας ζῆν κατ᾽ αὐτούς. τῶν μὲν οὖν τοιούτων ἅλις: τὰ δ᾽ εἰρημένα περὶ τῆς ἡδονῆς ἐπέλθωμεν.

εὔδοξος μὲν οὖν τὴν ἡδονὴν τἀγαθὸν ᾤετ᾽ εἶναι διὰ τὸ πάνθ᾽ ὁρᾶν ἐφιέμενα αὐτῆς, καὶ ἔλλογα καὶ ἄλογα, ἐν πᾶσι δ᾽ εἶναι τὸ αἱρετὸν τὸ ἐπιεικές, καὶ τὸ μάλιστα κράτιστον: τὸ δὴ πάντ᾽ ἐπὶ ταὐτὸ φέρεσθαι μηνύειν ὡς πᾶσι τοῦτο ἄριστον ὄνἕκαστον γὰρ τὸ αὑτῷ ἀγαθὸν εὑρίσκειν, ὥσπερ καὶ τροφήν), τὸ δὲ πᾶσιν ἀγαθόν, καὶ οὗ πάντ᾽ ἐφίεται, τἀγαθὸν εἶναι. ἐπιστεύοντο δ᾽ οἱ λόγοι διὰ τὴν τοῦ ἤθους ἀρετὴν μᾶλλον δι᾽ αὑτούς: διαφερόντως γὰρ ἐδόκει σώφρων εἶναι: οὐ δὴ ὡς φίλος τῆς ἡδονῆς ἐδόκει ταῦτα λέγειν, ἀλλ᾽ οὕτως ἔχειν κατ᾽ ἀλήθειαν. οὐχ ἧττον δ᾽ ᾤετ᾽ εἶναι φανερὸν ἐκ τοῦ ἐναντίου: τὴν γὰρ λύπην καθ᾽ αὑτὸ πᾶσι φευκτὸν εἶναι, ὁμοίως δὴ τοὐναντίον αἱρετόν: μάλιστα δ᾽ εἶναι αἱρετὸν μὴ δι᾽ ἕτερον μηδ᾽ ἑτέρου χάριν αἱρούμεθα: τοιοῦτο δ᾽ ὁμολογουμένως εἶναι τὴν ἡδονήν: οὐδένα γὰρ ἐπερωτᾶν τίνος ἕνεκα ἥδεται, ὡς καθ᾽ αὑτὴν οὖσαν αἱρετὴν τὴν ἡδονήν. προστιθεμένην τε ὁτῳοῦν τῶν ἀγαθῶν αἱρετώτερον ποιεῖν, οἷον τῷ δικαιοπραγεῖν καὶ σωφρονεῖν, αὔξεσθαι δὲ τὸ ἀγαθὸν αὑτῷ. ἔοικε δὴ οὗτός γε λόγος τῶν ἀγαθῶν αὐτὴν ἀποφαίνειν, καὶ οὐδὲν μᾶλλον ἑτέρου: πᾶν γὰρ μεθ᾽ ἑτέρου ἀγαθοῦ αἱρετώτερον μονούμενον. τοιούτῳ δὴ λόγῳ καὶ Πλάτων ἀναιρεῖ ὅτι οὐκ ἔστιν ἡδονὴ τἀγαθόν: αἱρετώτερον γὰρ εἶναι τὸν ἡδὺν βίον μετὰ φρονήσεως χωρίς, εἰ δὲ τὸ μικτὸν κρεῖττον, οὐκ εἶναι τὴν ἡδονὴν τἀγαθόν: οὐδενὸς γὰρ προστεθέντος αὐτῷ τἀγαθὸν αἱρετώτερον γίνεσθαι. δῆλον δ᾽ ὡς οὐδ᾽ ἄλλο οὐδὲν τἀγαθὸν ἂν εἴη, μετά τινος τῶν καθ᾽ αὑτὸ ἀγαθῶν αἱρετώτερον γίνεται. τί οὖν ἐστὶ τοιοῦτον, οὗ καὶ ἡμεῖς κοινωνοῦμεν; τοιοῦτον γὰρ ἐπιζητεῖται. οἱ δ᾽ ἐνιστάμενοι ὡς οὐκ ἀγαθὸν οὗ πάντ᾽ ἐφίεται, μὴ οὐθὲν λέγουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: