previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ὅτι ὑπερβολὴ τῆς φιλίας τῇ πρὸς αὑτὸν ὁμοιοῦται. φαίνεται δὲ τὰ εἰρημένα καὶ τοῖς πολλοῖς ὑπάρχειν, καίπερ οὖσι φαύλοις. ἆρ᾽ οὖν τ᾽ ἀρέσκουσιν ἑαυτοῖς καὶ ὑπολαμβάνουσιν ἐπιεικεῖς εἶναι, ταύτῃ μετέχουσιν αὐτῶν; ἐπεὶ τῶν γε κομιδῇ φαύλων καὶ ἀνοσιουργῶν οὐδενὶ ταῦθ᾽ ὑπάρχει, ἀλλ᾽ οὐδὲ φαίνεται. σχεδὸν δὲ οὐδὲ τοῖς φαύλοις: διαφέρονται γὰρ ἑαυτοῖς, καὶ ἑτέρων μὲν ἐπιθυμοῦσιν ἄλλα δὲ βούλονται, οἷον οἱ ἀκρατεῖς: αἱροῦνται γὰρ ἀντὶ τῶν δοκούντων ἑαυτοῖς ἀγαθῶν εἶναι τὰ ἡδέα βλαβερὰ ὄντα: οἳ δ᾽ αὖ διὰ δειλίαν καὶ ἀργίαν ἀφίστανται τοῦ πράττειν οἴονται ἑαυτοῖς βέλτιστα εἶναι. οἷς δὲ πολλὰ καὶ δεινὰ πέπρακται καὶ διὰ τὴν μοχθηρίαν μισοῦνται, καὶ φεύγουσι τὸ ζῆν καὶ ἀναιροῦσιν ἑαυτούς. ζητοῦσί τε οἱ μοχθηροὶ μεθ᾽ ὧν συνημερεύσουσιν, ἑαυτοὺς δὲ φεύγουσιν: ἀναμιμνήσκονται γὰρ πολλῶν καὶ δυσχερῶν, καὶ τοιαῦθ᾽ ἕτερα ἐλπίζουσι, καθ᾽ ἑαυτοὺς ὄντες, μεθ᾽ ἑτέρων δ᾽ ὄντες ἐπιλανθάνονται. οὐδέν τε φιλητὸν ἔχοντες οὐδὲν φιλικὸν πάσχουσι πρὸς ἑαυτούς. οὐδὲ δὴ συγχαίρουσιν οὐδὲ συναλγοῦσιν οἱ τοιοῦτοι ἑαυτοῖς: στασιάζει γὰρ αὐτῶν ψυχή, καὶ τὸ μὲν διὰ μοχθηρίαν ἀλγεῖ ἀπεχόμενόν τινων, τὸ δ᾽ ἥδεται, καὶ τὸ μὲν δεῦρο τὸ δ᾽ ἐκεῖσε ἕλκει ὥσπερ διασπῶντα. εἰ δὲ μὴ οἷόν τε ἅμα λυπεῖσθαι καὶ ἥδεσθαι, ἀλλὰ μετὰ μικρόν γε λυπεῖται ὅτι ἥσθη, καὶ οὐκ ἂν ἐβούλετο ἡδέα ταῦτα γενέσθαι αὑτῷ: μεταμελείας γὰρ οἱ φαῦλοι γέμουσιν. οὐ δὴ φαίνεται φαῦλος οὐδὲ πρὸς ἑαυτὸν φιλικῶς διακεῖσθαι διὰ τὸ μηδὲν ἔχειν φιλητόν. εἰ δὴ τὸ οὕτως ἔχειν λίαν ἐστὶν ἄθλιον, φευκτέον τὴν μοχθηρίαν διατεταμένως καὶ πειρατέον ἐπιεικῆ εἶναι: οὕτω γὰρ καὶ πρὸς ἑαυτὸν φιλικῶς ἂν ἔχοι καὶ ἑτέρῳ φίλος γένοιτο.

δ᾽ εὔνοια φιλικῷ μὲν ἔοικεν, οὐ μὴν ἔστι γε φιλία: γίνεται γὰρ εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα, φιλία δ᾽ οὔ. καὶ πρότερον δὲ ταῦτ᾽ εἴρηται. ἀλλ᾽ οὐδὲ φίλησίς ἐστιν. οὐ γὰρ ἔχει διάτασιν οὐδ᾽ ὄρεξιν, τῇ φιλήσει δὲ ταῦτ᾽ ἀκολουθεῖ: καὶ μὲν φίλησις μετὰ συνηθείας, δ᾽ εὔνοια καὶ ἐκ προσπαίου, οἷον καὶ περὶ τοὺς ἀγωνιστὰς συμβαίνει:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: