previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὴ πρὸς τοὺς μὴ διαμένοντας. πρὸς μὲν τοὺς διὰ τὸ χρήσιμον τὸ ἡδὺ φίλους ὄντας, ὅταν μηκέτι ταῦτ᾽ ἔχωσιν, οὐδὲν ἄτοπον διαλύεσθαι; ἐκείνων γὰρ ἦσαν φίλοι: ὧν ἀπολιπόντων εὔλογον τὸ μὴ φιλεῖν. ἐγκαλέσειε δ᾽ ἄν τις, εἰ διὰ τὸ χρήσιμον τὸ ἡδὺ ἀγαπῶν προσεποιεῖτο διὰ τὸ ἦθος. γὰρ ἐν ἀρχῇ εἴπομεν, πλεῖσται διαφοραὶ γίνονται τοῖς φίλοις, ὅταν μὴ ὁμοίως οἴωνται καὶ ὦσι φίλοι. ὅταν μὲν οὖν διαψευσθῇ τις καὶ ὑπολάβῃ φιλεῖσθαι διὰ τὸ ἦθος, μηδὲν τοιοῦτον ἐκείνου πράττοντος, ἑαυτὸν αἰτιῷτ᾽ ἄν: ὅταν δ᾽ ὑπὸ τῆς ἐκείνου προσποιήσεως ἀπατηθῇ, δίκαιον ἐγκαλεῖν τῷ ἀπατήσαντι, καὶ μᾶλλον τοῖς τὸ νόμισμα κιβδηλεύουσιν, ὅσῳ περὶ τιμιώτερον κακουργία. ἐὰν δ᾽ ἀποδέχηται ὡς ἀγαθόν, γένηται δὲ μοχθηρὸς καὶ δοκῇ, ἆρ᾽ ἔτι φιλητέον; οὐ δυνατόν, εἴπερ μὴ πᾶν φιλητὸν ἀλλὰ τἀγαθόν; οὔτε δὲ φιλητὸν τὸ πονηρὸν οὔτε δεῖ: φιλοπόνηρον γὰρ οὐ χρὴ εἶναι, οὐδ᾽ ὁμοιοῦσθαι φαύλῳ: εἴρηται δ᾽ ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον. ἆρ᾽ οὖν εὐθὺς διαλυτέον; οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀνιάτοις κατὰ τὴν μοχθηρίαν; ἐπανόρθωσιν δ᾽ ἔχουσι μᾶλλον βοηθητέον εἰς τὸ ἦθος τὴν οὐσίαν, ὅσῳ βέλτιον καὶ τῆς φιλίας οἰκειότερον. δόξειε δ᾽ ἂν διαλυόμενος οὐδὲν ἄτοπον ποιεῖν: οὐ γὰρ τῷ τοιούτῳ φίλος ἦν: ἀλλοιωθέντα οὖν ἀδυνατῶν ἀνασῶσαι ἀφίσταται. εἰ δ᾽ μὲν διαμένοι δ᾽ ἐπιεικέστερος γίνοιτο καὶ πολὺ διαλλάττοι τῇ ἀρετῇ, ἆρα χρηστέον φίλῳ; οὐκ ἐνδέχεται; ἐν μεγάλῃ δὲ διαστάσει μάλιστα δῆλον γίνεται, οἷον ἐν ταῖς παιδικαῖς φιλίαις: εἰ γὰρ μὲν διαμένοι τὴν διάνοιαν παῖς δ᾽ ἀνὴρ εἴη οἷος κράτιστος, πῶς ἂν εἶεν φίλοι μήτ᾽ ἀρεσκόμενοι τοῖς αὐτοῖς μήτε χαίροντες καὶ λυπούμενοι; οὐδὲ γὰρ περὶ ἀλλήλους ταῦθ᾽ ὑπάρξει αὐτοῖς, ἄνευ δὲ τούτων οὐκ ἦν φίλους εἶναι: συμβιοῦν γὰρ οὐχ οἷόν τε. εἴρηται δὲ περὶ τούτων. ἆρ᾽ οὖν οὐθὲν ἀλλοιότερον πρὸς αὐτὸν ἑκτέον εἰ μὴ ἐγεγόνει φίλος μηδέποτε; δεῖ μνείαν ἔχειν τῆς γενομένης συνηθείας, καὶ καθάπερ φίλοις μᾶλλον ὀθνείοις οἰόμεθα δεῖν χαρίζεσθαι, οὕτω καὶ τοῖς γενομένοις ἀπονεμητέον τι διὰ τὴν προγενομένην φιλίαν, ὅταν μὴ δι᾽ ὑπερβολὴν μοχθηρίας διάλυσις γένηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: