previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν ἀμοιβήν τε ποιητέον κατὰ τὴν προαίρεσιναὕτη γὰρ τοῦ φίλου καὶ τῆς ἀρετῆς): οὕτω δ᾽ ἔοικε καὶ τοῖς φιλοσοφίας κοινωνήσασιν: οὐ γὰρ πρὸς χρήμαθ᾽ ἀξία μετρεῖται, τιμή τ᾽ ἰσόρροπος οὐκ ἂν γένοιτο, ἀλλ᾽ ἴσως ἱκανόν, καθάπερ καὶ πρὸς θεοὺς καὶ πρὸς γονεῖς, τὸ ἐνδεχόμενον. μὴ τοιαύτης δ᾽ οὔσης τῆς δόσεως ἀλλ᾽ ἐπί τινι, μάλιστα μὲν ἴσως δεῖ τὴν ἀνταπόδοσιν γίνεσθαι δοκοῦσαν ἀμφοῖν κατ᾽ ἀξίαν εἶναι, εἰ δὲ τοῦτο μὴ συμβαίνοι, οὐ μόνον ἀναγκαῖον δόξειεν ἂν τὸν προέχοντα τάττειν, ἀλλὰ καὶ δίκαιον: ὅσον γὰρ οὗτος ὠφελήθη ἀνθ᾽ ὅσου τὴν ἡδονὴν εἵλετ᾽ ἄν, τοσοῦτον ἀντιλαβὼν ἕξει τὴν παρὰ τούτου ἀξίαν. καὶ γὰρ ἐν τοῖς ὠνίοις οὕτω φαίνεται γινόμενον, ἐνιαχοῦ τ᾽ εἰσὶ νόμοι τῶν ἑκουσίων συμβολαίων δίκας μὴ εἶναι, ὡς δέον, ἐπίστευσε, διαλυθῆναι πρὸς τοῦτον καθάπερ ἐκοινώνησεν. γὰρ ἐπετράφθη, τοῦτον οἴεται δικαιότερον εἶναι τάξαι τοῦ ἐπιτρέψαντος. τὰ πολλὰ γὰρ οὐ τοῦ ἴσου τιμῶσιν οἱ ἔχοντες καὶ οἱ βουλόμενοι λαβεῖν: τὰ γὰρ οἰκεῖα καὶ διδόασιν ἑκάστοις φαίνεται πολλοῦ ἄξια: ἀλλ᾽ ὅμως ἀμοιβὴ γίνεται πρὸς τοσοῦτον ὅσον ἂν τάττωσιν οἱ λαμβάνοντες. δεῖ δ᾽ ἴσως οὐ τοσούτου τιμᾶν ὅσου ἔχοντι φαίνεται ἄξιον, ἀλλ᾽ ὅσου πρὶν ἔχειν ἐτίμα.

ἀπορίαν δ᾽ ἔχει καὶ τὰ τοιαῦτα, οἷον πότερον δεῖ πάντα τῷ πατρὶ ἀπονέμειν καὶ πείθεσθαι, κάμνοντα μὲν ἰατρῷ πιστεύειν, στρατηγὸν δὲ χειροτονητέον τὸν πολεμικόν: ὁμοίως δὲ φίλῳ μᾶλλον σπουδαίῳ ὑπηρετητέον, καὶ εὐεργέτῃ ἀνταποδοτέον χάριν μᾶλλον ἑταίρῳ προετέον, ἐὰν ἄμφω μὴ ἐνδέχηται. ἆρ᾽ οὖν πάντα τὰ τοιαῦτα ἀκριβῶς μὲν διορίσαι οὐ ῥᾴδιον; πολλὰς γὰρ καὶ παντοίας ἔχει διαφορὰς καὶ μεγέθει καὶ μικρότητι καὶ τῷ καλῷ καὶ ἀναγκαίῳ. ὅτι δ᾽ οὐ πάντα τῷ αὐτῷ ἀποδοτέον, οὐκ ἄδηλον: καὶ τὰς μὲν εὐεργεσίας ἀνταποδοτέον ὡς ἐπὶ τὸ πολὺ μᾶλλον χαριστέον ἑταίροις, ὥσπερ καὶ δάνειον ὀφείλει ἀποδοτέον μᾶλλον ἑταίρῳ δοτέον. ἴσως δ᾽ οὐδὲ τοῦτ᾽ ἀεί, οἷον τῷ λυτρωθέντι παρὰ λῃστῶν πότερα τὸν λυσάμενον ἀντιλυτρωτέον, κἂν ὁστισοῦν , μὴ ἑαλωκότι ἀπαιτοῦντι δὲ ἀποδοτέον,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: