previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔοικε δ᾽ οὖν ἑκάτερος ὀρθῶς ἀξιοῦν, καὶ δεῖν ἑκατέρῳ πλέον νέμειν ἐκ τῆς φιλίας, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τῷ μὲν ὑπερέχοντι τιμῆς τῷ δ᾽ ἐνδεεῖ κέρδους: τῆς μὲν γὰρ ἀρετῆς καὶ τῆς εὐεργεσίας τιμὴ γέρας, τῆς δ᾽ ἐνδείας ἐπικουρία τὸ κέρδος. οὕτω δ᾽ ἔχειν τοῦτο καὶ ἐν ταῖς πολιτείαις φαίνεται: οὐ γὰρ τιμᾶται μηδὲν ἀγαθὸν τῷ κοινῷ πορίζων: τὸ κοινὸν γὰρ δίδοται τῷ τὸ κοινὸν εὐεργετοῦντι, τιμὴ δὲ κοινόν. οὐ γὰρ ἔστιν ἅμα χρηματίζεσθαι ἀπὸ τῶν κοινῶν καὶ τιμᾶσθαι. ἐν πᾶσι γὰρ τὸ ἔλαττον οὐδεὶς ὑπομένει: τῷ δὴ περὶ χρήματα ἐλαττουμένῳ τιμὴν ἀπονέμουσι καὶ τῷ δωροδόκῳ χρήματα: τὸ κατ᾽ ἀξίαν γὰρ ἐπανισοῖ καὶ σῴζει τὴν φιλίαν, καθάπερ εἴρηται. οὕτω δὴ καὶ τοῖς ἀνίσοις ὁμιλητέον, καὶ τῷ εἰς χρήματα ὠφελουμένῳ εἰς ἀρετὴν τιμὴν ἀνταποδοτέον, ἀποδιδόντα τὰ ἐνδεχόμενα. τὸ δυνατὸν γὰρ φιλία ἐπιζητεῖ, οὐ τὸ κατ᾽ ἀξίαν: οὐδὲ γὰρ ἔστιν ἐν πᾶσι, καθάπερ ἐν ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς καὶ τοὺς γονεῖς: οὐδεὶς γὰρ τὴν ἀξίαν ποτ᾽ ἂν ἀποδοίη, εἰς δύναμιν δὲ θεραπεύων ἐπιεικὴς εἶναι δοκεῖ. διὸ κἂν δόξειεν οὐκ ἐξεῖναι υἱῷ πατέρα ἀπείπασθαι, πατρὶ δ᾽ υἱόν: ὀφείλοντα γὰρ ἀποδοτέον, οὐδὲν δὲ ποιήσας ἄξιον τῶν ὑπηργμένων δέδρακεν, ὥστ᾽ ἀεὶ ὀφείλει. οἷς δ᾽ ὀφείλεται, ἐξουσία ἀφεῖναι: καὶ τῷ πατρὶ δή. ἅμα δ᾽ ἴσως οὐδείς ποτ᾽ ἂν ἀποστῆναι δοκεῖ μὴ ὑπερβάλλοντος μοχθηρίᾳ: χωρὶς γὰρ τῆς φυσικῆς φιλίας τὴν ἐπικουρίαν ἀνθρωπικὸν μὴ διωθεῖσθαι. τῷ δὲ φευκτὸν οὐ σπουδαστὸν τὸ ἐπαρκεῖν, μοχθηρῷ ὄντι: εὖ πάσχειν γὰρ οἱ πολλοὶ βούλονται, τὸ δὲ ποιεῖν φεύγουσιν ὡς ἀλυσιτελές. περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: