previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὁμοίως δὲ καὶ ἡδεῖς καὶ διὰ τὸ χρήσιμον, ἰσάζοντες ταῖς ὠφελείαις καὶ διαφέροντες), τοὺς ἴσους μὲν κατ᾽ ἰσότητα δεῖ τῷ φιλεῖν καὶ τοῖς λοιποῖς ἰσάζειν, τοὺς δ᾽ ἀνίσους τὸ ἀνάλογον ταῖς ὑπεροχαῖς ἀποδιδόναι. γίνεται δὲ τὰ ἐγκλήματα καὶ αἱ μέμψεις ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ μόνῃ μάλιστα, εὐλόγως. οἱ μὲν γὰρ δι᾽ ἀρετὴν φίλοι ὄντες εὖ δρᾶν ἀλλήλους προθυμοῦνταιτοῦτο γὰρ ἀρετῆς καὶ φιλίας), πρὸς τοῦτο δ᾽ ἁμιλλωμένων οὐκ ἔστιν ἐγκλήματα οὐδὲ μάχαι: τὸν γὰρ φιλοῦντα καὶ εὖ ποιοῦντα οὐδεὶς δυσχεραίνει, ἀλλ᾽ ἂν χαρίεις, ἀμύνεται εὖ δρῶν. δ᾽ ὑπερβάλλων, τυγχάνων οὗ ἐφίεται, οὐκ ἂν ἐγκαλοίη τῷ φίλῳ: ἕκαστος γὰρ τοῦ ἀγαθοῦ ὀρέγεται. οὐ πάνυ δ᾽ οὐδ᾽ ἐν τοῖς δι᾽ ἡδονήν: ἅμα γὰρ ἀμφοῖν γίνεται οὗ ὀρέγονται, εἰ τῷ συνδιάγειν χαίρουσιν: γελοῖος δ᾽ ἂν φαίνοιτο καὶ ἐγκαλῶν τῷ μὴ τέρποντι, ἐξὸν μὴ συνημερεύειν. δὲ διὰ τὸ χρήσιμον ἐγκληματική: ἐπ᾽ ὠφελείᾳ γὰρ χρώμενοι ἀλλήλοις ἀεὶ τοῦ πλείονος δέονται, καὶ ἔλαττον ἔχειν οἴονται τοῦ προσήκοντος, καὶ μέμφονται ὅτι οὐχ ὅσων δέονται τοσούτων τυγχάνουσιν ἄξιοι ὄντες: οἱ δ᾽ εὖ ποιοῦντες οὐ δύνανται ἐπαρκεῖν τοσαῦτα ὅσων οἱ πάσχοντες δέονται. ἔοικε δέ, καθάπερ τὸ δίκαιόν ἐστι διττόν, τὸ μὲν ἄγραφον τὸ δὲ κατὰ νόμον, καὶ τῆς κατὰ τὸ χρήσιμον φιλίας μὲν ἠθικὴ δὲ νομικὴ εἶναι. γίνεται οὖν τὰ ἐγκλήματα μάλισθ᾽ ὅταν μὴ κατὰ τὴν αὐτὴν συναλλάξωσι καὶ διαλύωνται. ἔστι δ᾽ νομικὴ μὲν ἐπὶ ῥητοῖς, μὲν πάμπαν ἀγοραία ἐκ χειρὸς εἰς χεῖρα, δὲ ἐλευθεριωτέρα εἰς χρόνον, καθ᾽ ὁμολογίαν δὲ τί ἀντὶ τίνος. δῆλον δ᾽ ἐν ταύτῃ τὸ ὀφείλημα κοὐκ ἀμφίλογον, φιλικὸν δὲ τὴν ἀναβολὴν ἔχει: διόπερ ἐνίοις οὐκ εἰσὶ τούτων δίκαι, ἀλλ᾽ οἴονται δεῖν στέργειν τοὺς κατὰ πίστιν συναλλάξαντας. δ᾽ ἠθικὴ οὐκ ἐπὶ ῥητοῖς, ἀλλ᾽ ὡς φίλῳ δωρεῖται ὁτιδήποτε ἄλλο: κομίζεσθαι δὲ ἀξιοῖ τὸ ἴσον πλέον, ὡς οὐ δεδωκὼς ἀλλὰ χρήσας: οὐχ ὁμοίως δὲ συναλλάξας καὶ διαλυόμενος ἐγκαλέσει. τοῦτο δὲ συμβαίνει διὰ τὸ βούλεσθαι μὲν πάντας τοὺς πλείστους τὰ καλά, προαιρεῖσθαι δὲ τὰ ὠφέλιμα: καλὸν δὲ τὸ εὖ ποιεῖν μὴ ἵνα ἀντιπάθῃ,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: