previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦτο δὲ τὸ αὐτὸ κἂν ἐκείνων τις πάθοι πρὸς τοῦτον. εὖνοι μὲν οὖν οὗτοι φαίνονται ἀλλήλοις: φίλους δὲ πῶς ἄν τις εἴποι λανθάνοντας ὡς ἔχουσιν ἑαυτοῖς; δεῖ ἄρα εὐνοεῖν ἀλλήλοις καὶ βούλεσθαι τἀγαθὰ μὴ λανθάνοντας δι᾽ ἕν τι τῶν εἰρημένων.

διαφέρει δὲ ταῦτα ἀλλήλων εἴδει: καὶ αἱ φιλήσεις ἄρα καὶ αἱ φιλίαι. τρία δὴ τὰ τῆς φιλίας εἴδη, ἰσάριθμα τοῖς φιλητοῖς: καθ᾽ ἕκαστον γάρ ἐστιν ἀντιφίλησις οὐ λανθάνουσα, οἱ δὲ φιλοῦντες ἀλλήλους βούλονται τἀγαθὰ ἀλλήλοις ταύτῃ φιλοῦσιν. οἱ μὲν οὖν διὰ τὸ χρήσιμον φιλοῦντες ἀλλήλους οὐ καθ᾽ αὑτοὺς φιλοῦσιν, ἀλλ᾽ γίνεταί τι αὐτοῖς παρ᾽ ἀλλήλων ἀγαθόν. ὁμοίως δὲ καὶ οἱ δι᾽ ἡδονήν: οὐ γὰρ τῷ ποιούς τινας εἶναι ἀγαπῶσι τοὺς εὐτραπέλους, ἀλλ᾽ ὅτι ἡδεῖς αὑτοῖς. οἵ τε δὴ διὰ τὸ χρήσιμον φιλοῦντες διὰ τὸ αὑτοῖς ἀγαθὸν στέργουσι, καὶ οἱ δι᾽ ἡδονὴν διὰ τὸ αὑτοῖς ἡδύ, καὶ οὐχ φιλούμενός ἐστιν, ἀλλ᾽ χρήσιμος ἡδύς. κατὰ συμβεβηκός τε δὴ αἱ φιλίαι αὗταί εἰσιν: οὐ γὰρ ἐστὶν ὅσπερ ἐστὶν φιλούμενος, ταύτῃ φιλεῖται, ἀλλ᾽ πορίζουσιν οἳ μὲν ἀγαθόν τι οἳ δ᾽ ἡδονήν. εὐδιάλυτοι δὴ αἱ τοιαῦταί εἰσι, μὴ διαμενόντων αὐτῶν ὁμοίων: ἐὰν γὰρ μηκέτι ἡδεῖς χρήσιμοι ὦσι, παύονται φιλοῦντες. τὸ δὲ χρήσιμον οὐ διαμένει, ἀλλ᾽ ἄλλοτε ἄλλο γίνεται. ἀπολυθέντος οὖν δι᾽ φίλοι ἦσαν, διαλύεται καὶ φιλία, ὡς οὔσης τῆς φιλίας πρὸς ἐκεῖνα. μάλιστα δ᾽ ἐν τοῖς πρεσβύταις τοιαύτη δοκεῖ φιλία γίνεσθαιοὐ γὰρ τὸ ἡδὺ οἱ τηλικοῦτοι διώκουσιν ἀλλὰ τὸ ὠφέλιμον), καὶ τῶν ἐν ἀκμῇ καὶ νέων ὅσοι τὸ συμφέρον διώκουσιν. οὐ πάνυ δ᾽ οἱ τοιοῦτοι οὐδὲ συζῶσι μετ᾽ ἀλλήλων: ἐνίοτε γὰρ οὐδ᾽ εἰσὶν ἡδεῖς: οὐδὲ δὴ προσδέονται τῆς τοιαύτης ὁμιλίας, ἐὰν μὴ ὠφέλιμοι ὦσιν: ἐπὶ τοσοῦτον γάρ εἰσιν ἡδεῖς ἐφ᾽ ὅσον ἐλπίδας ἔχουσιν ἀγαθοῦ. εἰς ταύτας δὲ καὶ τὴν ξενικὴν τιθέασιν. δὲ τῶν νέων φιλία δι᾽ ἡδονὴν εἶναι δοκεῖ: κατὰ πάθος γὰρ οὗτοι ζῶσι, καὶ μάλιστα διώκουσι τὸ ἡδὺ αὑτοῖς καὶ τὸ παρόν: τῆς ἡλικίας δὲ μεταπιπτούσης καὶ τὰ ἡδέα γίνεται ἕτερα. διὸ ταχέως γίνονται φίλοι καὶ παύονται: ἅμα γὰρ τῷ ἡδεῖ φιλία μεταπίπτει,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: