previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δ᾽ ἐλλείπων πρὸς οἱ πολλοὶ καὶ ἀντιτείνουσι καὶ δύνανται, οὗτος μαλακὸς καὶ τρυφῶν: καὶ γὰρ τρυφὴ μαλακία τίς ἐστιν: ὃς ἕλκει τὸ ἱμάτιον, ἵνα μὴ πονήσῃ τὴν ἀπὸ τοῦ αἴρειν λύπην, καὶ μιμούμενος τὸν κάμνοντα οὐκ οἴεται ἄθλιος εἶναι, ἀθλίῳ ὅμοιος ὤν. ὁμοίως δ᾽ ἔχει καὶ περὶ ἐγκράτειαν καὶ ἀκρασίαν. οὐ γὰρ εἴ τις ἰσχυρῶν καὶ ὑπερβαλλουσῶν ἡδονῶν ἡττᾶται λυπῶν, θαυμαστόν, ἀλλὰ συγγνωμονικὸν εἰ ἀντιτείνων, ὥσπερ Θεοδέκτου Φιλοκτήτης ὑπὸ τοῦ ἔχεως πεπληγμένος Καρκίνου ἐν τῇ Ἀλόπῃ Κερκύων, καὶ ὥσπερ οἱ κατέχειν πειρώμενοι τὸν γέλωτα ἀθρόον ἐκκαγχάζουσιν, οἷον συνέπεσε Ξενοφάντῳ: ἀλλ᾽ εἴ τις πρὸς ἃς οἱ πολλοὶ δύνανται ἀντέχειν, τούτων ἡττᾶται καὶ μὴ δύναται ἀντιτείνειν, μὴ διὰ φύσιν τοῦ γένους διὰ νόσον, οἷον ἐν τοῖς Σκυθῶν βασιλεῦσιν μαλακία διὰ τὸ γένος, καὶ ὡς τὸ θῆλυ πρὸς τὸ ἄρρεν διέστηκεν. δοκεῖ δὲ καὶ παιδιώδης ἀκόλαστος εἶναι, ἔστι δὲ μαλακός. γὰρ παιδιὰ ἄνεσίς ἐστιν, εἴπερ ἀνάπαυσις: τῶν δὲ πρὸς ταύτην ὑπερβαλλόντων παιδιώδης ἐστίν. ἀκρασίας δὲ τὸ μὲν προπέτεια τὸ δ᾽ ἀσθένεια. οἳ μὲν γὰρ βουλευσάμενοι οὐκ ἐμμένουσιν οἷς ἐβουλεύσαντο διὰ τὸ πάθος, οἳ δὲ διὰ τὸ μὴ βουλεύσασθαι ἄγονται ὑπὸ τοῦ πάθους: ἔνιοι γάρ, ὥσπερ προγαργαλίσαντες οὐ γαργαλίζονται, οὕτω καὶ προαισθόμενοι καὶ προϊδόντες καὶ προεγείραντες ἑαυτοὺς καὶ τὸν λογισμὸν οὐχ ἡττῶνται ὑπὸ τοῦ πάθους, οὔτ᾽ ἂν ἡδὺ οὔτ᾽ ἂν λυπηρόν. μάλιστα δ᾽ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς: οἳ μὲν γὰρ διὰ τὴν ταχυτῆτα οἳ δὲ διὰ τὴν σφοδρότητα οὐκ ἀναμένουσι τὸν λόγον, διὰ τὸ ἀκολουθητικοὶ εἶναι τῇ φαντασίᾳ.

ἔστι δ᾽ μὲν ἀκόλαστος, ὥσπερ ἐλέχθη, οὐ μεταμελητικός: ἐμμένει γὰρ τῇ προαιρέσει: δ᾽ ἀκρατὴς μεταμελητικὸς πᾶς. διὸ οὐχ ὥσπερ ἠπορήσαμεν, οὕτω καὶ ἔχει, ἀλλ᾽ μὲν ἀνίατος δ᾽ ἰατός: ἔοικε γὰρ μὲν μοχθηρία τῶν νοσημάτων οἷον ὑδέρῳ καὶ φθίσει, δ᾽ ἀκρασία τοῖς ἐπιληπτικοῖς: μὲν γὰρ συνεχὴς δ᾽ οὐ συνεχὴς πονηρία. καὶ ὅλως δ᾽ ἕτερον τὸ γένος ἀκρασίας καὶ κακίας: μὲν γὰρ κακία λανθάνει, δ᾽ ἀκρασία οὐ λανθάνει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: