previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὥσθ᾽ μὲν θυμὸς ἀκολουθεῖ τῷ λόγῳ πως, δ᾽ ἐπιθυμία οὔ. αἰσχίων οὖν: μὲν γὰρ τοῦ θυμοῦ ἀκρατὴς τοῦ λόγου πως ἡττᾶται, δὲ τῆς ἐπιθυμίας καὶ οὐ τοῦ λόγου. ἔτι ταῖς φυσικαῖς μᾶλλον συγγνώμη ἀκολουθεῖν ὀρέξεσιν, ἐπεὶ καὶ ἐπιθυμίαις ταῖς τοιαύταις μᾶλλον ὅσαι κοιναὶ πᾶσι, καὶ ἐφ᾽ ὅσον κοιναί: δὲ θυμὸς φυσικώτερον καὶ χαλεπότης τῶν ἐπιθυμιῶν τῶν τῆς ὑπερβολῆς καὶ τῶν μὴ ἀναγκαίων, ὥσπερ ἀπολογούμενος ὅτι τὸν πατέρα τύπτοικαὶ γὰρ οὗτοςἔφητὸν ἑαυτοῦ κἀκεῖνος τὸν ἄνωθεν,” καὶ τὸ παιδίον δείξαςκαὶ οὗτος ἐμέἔφη, “ὅταν ἀνὴρ γένηται: συγγενὲς γὰρ ἡμῖν:” καὶ ἑλκόμενος ὑπὸ τοῦ υἱοῦ παύεσθαι ἐκέλευε πρὸς ταῖς θύραις: καὶ γὰρ αὐτὸς ἑλκύσαι τὸν πατέρα μέχρις ἐνταῦθα. ἔτι ἀδικώτεροι οἱ ἐπιβουλότεροι. μὲν οὖν θυμώδης οὐκ ἐπίβουλος, οὐδ᾽ θυμός, ἀλλὰ φανερός: δ᾽ ἐπιθυμία, καθάπερ τὴν Ἀφροδίτην φασίν: “δολοπλόκου γὰρ κυπρογενοῦς:

καὶ τὸν κεστὸν ἱμάντα Ὅμηρος: “πάρφασις, τ᾽ ἔκλεψε νόον πύκα περ φρονέοντος.

1 ὥστ᾽ εἴπερ ἀδικωτέρα καὶ αἰσχίων ἀκρασία αὕτη τῆς περὶ τὸν θυμόν ἐστι, καὶ ἁπλῶς ἀκρασία καὶ κακία πως. ἔτι οὐδεὶς ὑβρίζει λυπούμενος, δ᾽ ὀργῇ ποιῶν πᾶς ποιεῖ λυπούμενος, δ᾽ ὑβρίζων μεθ᾽ ἡδονῆς. εἰ οὖν οἷς ὀργίζεσθαι μάλιστα δίκαιον, ταῦτα ἀδικώτερα, καὶ ἀκρασία δι᾽ ἐπιθυμίαν: οὐ γάρ ἐστιν ἐν θυμῷ ὕβρις. ὡς μὲν τοίνυν αἰσχίων περὶ ἐπιθυμίας ἀκρασία τῆς περὶ τὸν θυμόν, καὶ ὅτι ἔστιν ἐγκράτεια καὶ ἀκρασία περὶ ἐπιθυμίας καὶ ἡδονὰς σωματικάς, δῆλον: αὐτῶν δὲ τούτων τὰς διαφορὰς ληπτέον. ὥσπερ γὰρ εἴρηται κατ᾽ ἀρχάς, αἳ μὲν ἀνθρώπιναί εἰσι καὶ φυσικαὶ καὶ τῷ γένει καὶ τῷ μεγέθει, αἳ δὲ θηριώδεις, αἳ δὲ διὰ πηρώσεις καὶ νοσήματα. τούτων δὲ περὶ τὰς πρώτας σωφροσύνη καὶ ἀκολασία μόνον ἐστίν: διὸ καὶ τὰ θηρία οὔτε σώφρονα οὔτ᾽ ἀκόλαστα λέγομεν ἀλλ᾽ κατὰ μεταφορὰν καὶ εἴ τινι ὅλως ἄλλο πρὸς ἄλλο διαφέρει γένος τῶν ζῴων ὕβρει καὶ σιναμωρίᾳ καὶ τῷ παμφάγον εἶναι: οὐ γὰρ ἔχει προαίρεσιν οὐδὲ λογισμόν, ἀλλ᾽ ἐξέστηκε τῆς φύσεως, ὥσπερ οἱ μαινόμενοι τῶν ἀνθρώπων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
  • Cross-references in notes from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: