previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δ᾽ εὐβουλία βουλή τις, δὲ βουλευόμενος ζητεῖ καὶ λογίζεται. ἀλλὰ μὴν οὐδ᾽ εὐστοχία: ἄνευ τε γὰρ λόγου καὶ ταχύ τι εὐστοχία, βουλεύονται δὲ πολὺν χρόνον, καὶ φασὶ πράττειν μὲν δεῖν ταχὺ τὰ βουλευθέντα, βουλεύεσθαι δὲ βραδέως. ἔτι ἀγχίνοια ἕτερον καὶ εὐβουλία: ἔστι δ᾽ εὐστοχία τις ἀγχίνοια. οὐδὲ δὴ δόξα εὐβουλία οὐδεμία. ἀλλ᾽ ἐπεὶ μὲν κακῶς βουλευόμενος ἁμαρτάνει, δ᾽ εὖ ὀρθῶς βουλεύεται, δῆλον ὅτι ὀρθότης τις εὐβουλία ἐστίν, οὔτ᾽ ἐπιστήμης δὲ οὔτε δόξης: ἐπιστήμης μὲν γὰρ οὐκ ἔστιν ὀρθότηςοὐδὲ γὰρ ἁμαρτία), δόξης δ᾽ ὀρθότης ἀλήθεια: ἅμα δὲ καὶ ὥρισται ἤδη πᾶν οὗ δόξα ἐστίν. ἀλλὰ μὴν οὐδ᾽ ἄνευ λόγου εὐβουλία. διανοίας ἄρα λείπεται: αὕτη γὰρ οὔπω φάσις: καὶ γὰρ δόξα οὐ ζήτησις ἀλλὰ φάσις τις ἤδη, δὲ βουλευόμενος, ἐάν τε εὖ ἐάν τε καὶ κακῶς βουλεύηται, ζητεῖ τι καὶ λογίζεται. ἀλλ᾽ ὀρθότης τίς ἐστιν εὐβουλία βουλῆς: διὸ βουλὴ ζητητέα πρῶτον τί καὶ περὶ τί. ἐπεὶ δ᾽ ὀρθότης πλεοναχῶς, δῆλον ὅτι οὐ πᾶσα: γὰρ ἀκρατὴς καὶ φαῦλος προτίθεταιἰδεῖνἐκ τοῦ λογισμοῦ τεύξεται, ὥστε ὀρθῶς ἔσται βεβουλευμένος, κακὸν δὲ μέγα εἰληφώς. δοκεῖ δ᾽ ἀγαθόν τι τὸ εὖ βεβουλεῦσθαι: γὰρ τοιαύτη ὀρθότης βουλῆς εὐβουλία, ἀγαθοῦ τευκτική. ἀλλ᾽ ἔστι καὶ τούτου ψευδεῖ συλλογισμῷ τυχεῖν, καὶ μὲν δεῖ ποιῆσαι τυχεῖν, δι᾽ οὗ δ᾽ οὔ, ἀλλὰ ψευδῆ τὸν μέσον ὅρον εἶναι: ὥστ᾽ οὐδ᾽ αὕτη πω εὐβουλία, καθ᾽ ἣν οὗ δεῖ μὲν τυγχάνει, οὐ μέντοι δι᾽ οὗ ἔδει. ἔτι ἔστι πολὺν χρόνον βουλευόμενον τυχεῖν, τὸν δὲ ταχύ. οὐκοῦν οὐδ᾽ ἐκείνη πω εὐβουλία, ἀλλ᾽ ὀρθότης κατὰ τὸ ὠφέλιμον, καὶ οὗ δεῖ καὶ ὣς καὶ ὅτε. ἔτι ἔστι καὶ ἁπλῶς εὖ βεβουλεῦσθαι καὶ πρός τι τέλος. μὲν δὴ ἁπλῶς πρὸς τὸ τέλος τὸ ἁπλῶς κατορθοῦσα, τὶς δὲ πρός τι τέλος. εἰ δὴ τῶν φρονίμων τὸ εὖ βεβουλεῦσθαι, εὐβουλία εἴη ἂν ὀρθότης κατὰ τὸ συμφέρον πρὸς τὸ τέλος, οὗ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστιν.

ἔστι δὲ καὶ σύνεσις καὶ εὐσυνεσία,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: