previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ δοκεῖ τὰ περὶ αὑτὸν εἰδὼς καὶ διατρίβων φρόνιμος εἶναι, οἱ δὲ πολιτικοὶ πολυπράγμονες: διὸ Εὐριπίδηςπῶς δ᾽ ἂν φρονοίην, παρῆν ἀπραγμόνως
ἐν τοῖσι πολλοῖς ἠριθμημένον στρατοῦ
ἴσον μετασχεῖν;
τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον ...

1 ζητοῦσι γὰρ τὸ αὑτοῖς ἀγαθόν, καὶ οἴονται τοῦτο δεῖν πράττειν. ἐκ ταύτης οὖν τῆς δόξης ἐλήλυθε τὸ τούτους φρονίμους εἶναι: καίτοι ἴσως οὐκ ἔστι τὸ αὑτοῦ εὖ ἄνευ οἰκονομίας οὐδ᾽ ἄνευ πολιτείας. ἔτι δὲ τὰ αὑτοῦ πῶς δεῖ διοικεῖν, ἄδηλον καὶ σκεπτέον. σημεῖον δ᾽ ἐστὶ τοῦ εἰρημένου καὶ διότι γεωμετρικοὶ μὲν νέοι καὶ μαθηματικοὶ γίνονται καὶ σοφοὶ τὰ τοιαῦτα, φρόνιμος δ᾽ οὐ δοκεῖ γίνεσθαι. αἴτιον δ᾽ ὅτι καὶ τῶν καθ᾽ ἕκαστά ἐστιν φρόνησις, γίνεται γνώριμα ἐξ ἐμπειρίας, νέος δ᾽ ἔμπειρος οὐκ ἔστιν: πλῆθος γὰρ χρόνου ποιεῖ τὴν ἐμπειρίαν: ἐπεὶ καὶ τοῦτ᾽ ἄν τις σκέψαιτο, διὰ τί δὴ μαθηματικὸς μὲν παῖς γένοιτ᾽ ἄν, σοφὸς δ᾽ φυσικὸς οὔ. ὅτι τὰ μὲν δι᾽ ἀφαιρέσεώς ἐστιν, τῶν δ᾽ αἱ ἀρχαὶ ἐξ ἐμπειρίας: καὶ τὰ μὲν οὐ πιστεύουσιν οἱ νέοι ἀλλὰ λέγουσιν, τῶν δὲ τὸ τί ἐστιν οὐκ ἄδηλον; ἔτι ἁμαρτία περὶ τὸ καθόλου ἐν τῷ βουλεύσασθαι περὶ τὸ καθ᾽ ἕκαστον: γὰρ ὅτι πάντα τὰ βαρύσταθμα ὕδατα φαῦλα, ὅτι τοδὶ βαρύσταθμον. ὅτι δ᾽ φρόνησις οὐκ ἐπιστήμη, φανερόν: τοῦ γὰρ ἐσχάτου ἐστίν, ὥσπερ εἴρηται: τὸ γὰρ πρακτὸν τοιοῦτον. ἀντίκειται μὲν δὴ τῷ νῷ: μὲν γὰρ νοῦς τῶν ὅρων, ὧν οὐκ ἔστι λόγος, δὲ τοῦ ἐσχάτου, οὗ οὐκ ἔστιν ἐπιστήμη ἀλλ᾽ αἴσθησις, οὐχ τῶν ἰδίων, ἀλλ᾽ οἵᾳ αἰσθανόμεθα ὅτι τὸ ἐν τοῖς μαθηματικοῖς ἔσχατον τρίγωνον: στήσεται γὰρ κἀκεῖ. ἀλλ᾽ αὕτη μᾶλλον αἴσθησις φρόνησις, ἐκείνης δ᾽ ἄλλο εἶδος.

τὸ ζητεῖν δὲ καὶ τὸ βουλεύεσθαι διαφέρει: τὸ γὰρ βουλεύεσθαι ζητεῖν τι ἐστίν. δεῖ δὲ λαβεῖν καὶ περὶ εὐβουλίας τί ἐστι, πότερον ἐπιστήμη τις δόξα εὐστοχία ἄλλο τι γένος. ἐπιστήμη μὲν δὴ οὐκ ἔστιν: οὐ γὰρ ζητοῦσι περὶ ὧν ἴσασιν,

1 Eur. fr. 785-6 (Dindorf)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: