previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν. ἔτι ἑκὼν ἄν τις δι᾽ ἀκρασίαν ὑπ᾽ ἄλλου βλάπτοιτο ἑκόντος, ὥστ᾽ εἴη ἂν ἑκόντ᾽ ἀδικεῖσθαι. οὐκ ὀρθὸς διορισμός, ἀλλὰ προσθετέον τῷ βλάπτειν εἰδότα καὶ ὃν καὶ καὶ ὣς τὸ παρὰ τὴν ἐκείνου βούλησιν; βλάπτεται μὲν οὖν τις ἑκὼν καὶ τἄδικα πάσχει, ἀδικεῖται δ᾽ οὐδεὶς ἑκών: οὐδεὶς γὰρ βούλεται, οὐδ᾽ ἀκρατής, ἀλλὰ παρὰ τὴν βούλησιν πράττει: οὔτε γὰρ βούλεται οὐδεὶς μὴ οἴεται εἶναι σπουδαῖον, τε ἀκρατὴς οὐχ οἴεται δεῖν πράττειν πράττει. δὲ τὰ αὑτοῦ διδούς, ὥσπερ Ὅμηρός φησι δοῦναι τὸν Γλαῦκον τῷ Διομήδειχρύσεα χαλκείων, ἑκατόμβοι᾽ ἐννεαβοίων,

1 οὐκ ἀδικεῖται: ἐπ᾽ αὐτῷ γάρ ἐστι τὸ διδόναι, τὸ δ᾽ ἀδικεῖσθαι οὐκ ἐπ᾽ αὐτῷ, ἀλλὰ τὸν ἀδικοῦντα δεῖ ὑπάρχειν. περὶ μὲν οὖν τοῦ ἀδικεῖσθαι, ὅτι οὐχ ἑκούσιον, δῆλον.

ἔτι δ᾽ ὧν προειλόμεθα δύ᾽ ἔστιν εἰπεῖν, πότερόν ποτ᾽ ἀδικεῖ νείμας παρὰ τὴν ἀξίαν τὸ πλέον ἔχων, καὶ εἰ ἔστιν αὐτὸν αὑτὸν ἀδικεῖν. εἰ γὰρ ἐνδέχεται τὸ πρότερον λεχθὲν καὶ διανέμων ἀδικεῖ ἀλλ᾽ οὐχ ἔχων τὸ πλέον, εἴ τις πλέον αὑτοῦ ἑτέρῳ νέμει εἰδὼς καὶ ἑκών, οὗτος αὐτὸς αὑτὸν ἀδικεῖ: ὅπερ δοκοῦσιν οἱ μέτριοι ποιεῖν: γὰρ ἐπιεικὴς ἐλαττωτικός ἐστιν. οὐδὲ τοῦτο ἁπλοῦν; ἑτέρου γὰρ ἀγαθοῦ, εἰ ἔτυχεν, πλεονεκτεῖ, οἷον δόξης τοῦ ἁπλῶς καλοῦ. ἔτι λύεται κατὰ τὸν διορισμὸν τοῦ ἀδικεῖν: οὐδὲν γὰρ παρὰ τὴν αὑτοῦ πάσχει βούλησιν, ὥστε οὐκ ἀδικεῖται διά γε τοῦτο, ἀλλ᾽ εἴπερ, βλάπτεται μόνον. φανερὸν δὲ ὅτι καὶ διανέμων ἀδικεῖ, ἀλλ᾽ οὐχ τὸ πλέον ἔχων ἀεί: οὐ γὰρ τὸ ἄδικον ὑπάρχει ἀδικεῖ, ἀλλ᾽ τὸ ἑκόντα τοῦτο ποιεῖν: τοῦτο δ᾽ ὅθεν ἀρχὴ τῆς πράξεως, ἐστιν ἐν τῷ διανέμοντι ἀλλ᾽ οὐκ ἐν τῷ λαμβάνοντι. ἔτι ἐπεὶ πολλαχῶς τὸ ποιεῖν λέγεται, καὶ ἔστιν ὡς τὰ ἄψυχα κτείνει καὶ χεὶρ καὶ οἰκέτης ἐπιτάξαντος, οὐκ ἀδικεῖ μέν, ποιεῖ δὲ τὰ ἄδικα. ἔτι εἰ μὲν ἀγνοῶν ἔκρινεν, οὐκ ἀδικεῖ κατὰ τὸ νομικὸν δίκαιον οὐδ᾽ ἄδικος κρίσις ἐστίν, ἔστι δ᾽ ὡς ἄδικος: ἕτερον γὰρ τὸ νομικὸν δίκαιον καὶ τὸ πρῶτον: εἰ δὲ γινώσκων ἔκρινεν ἀδίκως,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 6.236
  • Cross-references in notes from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: