previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰδότες καὶ πράττομεν καὶ πάσχομεν, ὧν οὐθὲν οὔθ᾽ ἑκούσιον οὔτ᾽ ἀκούσιόν ἐστιν, οἷον τὸ γηρᾶν ἀποθνήσκειν. ἔστι δ᾽ ὁμοίως ἐπὶ τῶν ἀδίκων καὶ τῶν δικαίων καὶ τὸ κατὰ συμβεβηκός: καὶ γὰρ ἂν τὴν παρακαταθήκην ἀποδοίη τις ἄκων καὶ διὰ φόβον, ὃν οὔτε δίκαια πράττειν οὔτε δικαιοπραγεῖν φατέον ἀλλ᾽ κατὰ συμβεβηκός. ὁμοίως δὲ καὶ τὸν ἀναγκαζόμενον καὶ ἄκοντα τὴν παρακαταθήκην μὴ ἀποδιδόντα κατὰ συμβεβηκὸς φατέον ἀδικεῖν καὶ τὰ ἄδικα πράττειν. τῶν δὲ ἑκουσίων τὰ μὲν προελόμενοι πράττομεν τὰ δ᾽ οὐ προελόμενοι, προελόμενοι μὲν ὅσα προβουλευσάμενοι, ἀπροαίρετα δὲ ὅσ᾽ ἀπροβούλευτα. τριῶν δὴ οὐσῶν βλαβῶν τῶν ἐν ταῖς κοινωνίαις, τὰ μὲν μετ᾽ ἀγνοίας ἁμαρτήματά ἐστιν, ὅταν μήτε ὃν μήτε μήτε μήτε οὗ ἕνεκα ὑπέλαβε πράξῃ: γὰρ οὐ βάλλειν οὐ τούτῳ οὐ τοῦτον οὐ τούτου ἕνεκα ᾠήθη, ἀλλὰ συνέβη οὐχ οὗ ἕνεκα ᾠήθη, οἷον οὐχ ἵνα τρώσῃ ἀλλ᾽ ἵνα κεντήσῃ, οὐχ ὅν, οὐχ . ὅταν μὲν οὖν παραλόγως βλάβη γένηται, ἀτύχημα: ὅταν δὲ μὴ παραλόγως, ἄνευ δὲ κακίας, ἁμάρτημαἁμαρτάνει μὲν γὰρ ὅταν ἀρχὴ ἐν αὐτῷ τῆς αἰτίας, ἀτυχεῖ δ᾽ ὅταν ἔξωθεν): ὅταν δὲ εἰδὼς μὲν μὴ προβουλεύσας δέ, ἀδίκημα, οἷον ὅσα τε διὰ θυμὸν καὶ ἄλλα πάθη, ὅσα ἀναγκαῖα φυσικὰ συμβαίνει τοῖς ἀνθρώποις: ταῦτα γὰρ βλάπτοντες καὶ ἁμαρτάνοντες ἀδικοῦσι μέν, καὶ ἀδικήματά ἐστιν, οὐ μέντοι πω ἄδικοι διὰ ταῦτα οὐδὲ πονηροί: οὐ γὰρ διὰ μοχθηρίαν βλάβη: ὅταν δ᾽ ἐκ προαιρέσεως, ἄδικος καὶ μοχθηρός. διὸ καλῶς τὰ ἐκ θυμοῦ οὐκ ἐκ προνοίας κρίνεται: οὐ γὰρ ἄρχει θυμῷ ποιῶν, ἀλλ᾽ ὀργίσας. ἔτι δὲ οὐδὲ περὶ τοῦ γενέσθαι μὴ ἀμφισβητεῖται, ἀλλὰ περὶ τοῦ δικαίου: ἐπὶ φαινομένῃ γὰρ ἀδικίᾳ ὀργή ἐστιν. οὐ γὰρ ὥσπερ ἐν τοῖς συναλλάγμασι περὶ τοῦ γενέσθαι ἀμφισβητοῦσιν, ὧν ἀνάγκη τὸν ἕτερον εἶναι μοχθηρόν, ἂν μὴ διὰ λήθην αὐτὸ δρῶσιν: ἀλλ᾽ ὁμολογοῦντες περὶ τοῦ πράγματος, περὶ δὲ τοῦ ποτέρως δίκαιον ἀμφισβητοῦσιν δ᾽ ἐπιβουλεύσας οὐκ ἀγνοεῖ), ὥστε μὲν οἴεται ἀδικεῖσθαι, δ᾽ οὔ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: