previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Book 5

περὶ δὲ δικαιοσύνης καὶ ἀδικίας σκεπτέον, περὶ ποίας τε τυγχάνουσιν οὖσαι πράξεις, καὶ ποία μεσότης ἐστὶν δικαιοσύνη, καὶ τὸ δίκαιον τίνων μέσον. δὲ σκέψις ἡμῖν ἔστω κατὰ τὴν αὐτὴν μέθοδον τοῖς προειρημένοις. ὁρῶμεν δὴ πάντας τὴν τοιαύτην ἕξιν βουλομένους λέγειν δικαιοσύνην, ἀφ᾽ ἧς πρακτικοὶ τῶν δικαίων εἰσὶ καὶ ἀφ᾽ ἧς δικαιοπραγοῦσι καὶ βούλονται τὰ δίκαια: τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ ἀδικίας, ἀφ᾽ ἧς ἀδικοῦσι καὶ βούλονται τὰ ἄδικα. διὸ καὶ ἡμῖν πρῶτον ὡς ἐν τύπῳ ὑποκείσθω ταῦτα. οὐδὲ γὰρ τὸν αὐτὸν ἔχει τρόπον ἐπί τε τῶν ἐπιστημῶν καὶ δυνάμεων καὶ ἐπὶ τῶν ἕξεων. δύναμις μὲν γὰρ καὶ ἐπιστήμη δοκεῖ τῶν ἐναντίων αὐτὴ εἶναι, ἕξις δ᾽ ἐναντία τῶν ἐναντίων οὔ, οἷον ἀπὸ τῆς ὑγιείας οὐ πράττεται τὰ ἐναντία, ἀλλὰ τὰ ὑγιεινὰ μόνον: λέγομεν γὰρ ὑγιεινῶς βαδίζειν, ὅταν βαδίζῃ ὡς ἂν ὑγιαίνων. πολλάκις μὲν οὖν γνωρίζεται ἐναντία ἕξις ἀπὸ τῆς ἐναντίας, πολλάκις δὲ αἱ ἕξεις ἀπὸ τῶν ὑποκειμένων: ἐάν τε γὰρ εὐεξία φανερά, καὶ καχεξία φανερὰ γίνεται, καὶ ἐκ τῶν εὐεκτικῶν εὐεξία καὶ ἐκ ταύτης τὰ εὐεκτικά. εἰ γάρ ἐστιν εὐεξία πυκνότης σαρκός, ἀνάγκη καὶ τὴν καχεξίαν εἶναι μανότητα σαρκὸς καὶ τὸ εὐεκτικὸν τὸ ποιητικὸν πυκνότητος ἐν σαρκί. ἀκολουθεῖ δ᾽ ὡς ἐπὶ τὸ πολύ, ἐὰν θάτερον πλεοναχῶς λέγηται, καὶ θάτερον πλεοναχῶς λέγεσθαι, οἷον εἰ τὸ δίκαιον, καὶ τὸ ἄδικον. ἔοικε δὲ πλεοναχῶς λέγεσθαι δικαιοσύνη καὶ ἀδικία, ἀλλὰ διὰ τὸ σύνεγγυς εἶναι τὴν ὁμωνυμίαν αὐτῶν λανθάνει καὶ οὐχ ὥσπερ ἐπὶ τῶν πόρρω δήλη μᾶλλον, ( γὰρ διαφορὰ πολλὴ κατὰ τὴν ἰδέανοἷον ὅτι καλεῖται κλεὶς ὁμωνύμως τε ὑπὸ τὸν αὐχένα τῶν ζῴων καὶ τὰς θύρας κλείουσιν. εἰλήφθω δὴ ἄδικος ποσαχῶς λέγεται. δοκεῖ δὴ τε παράνομος ἄδικος εἶναι καὶ πλεονέκτης καὶ ἄνισος, ὥστε δῆλον ὅτι καὶ δίκαιος ἔσται τε νόμιμος καὶ ἴσος. τὸ μὲν δίκαιον ἄρα τὸ νόμιμον καὶ τὸ ἴσον, τὸ δ᾽ ἄδικον τὸ παράνομον καὶ τὸ ἄνισον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: