previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄλλης γὰρ ἂν εἴη ταῦτ᾽ ἀρετῆς), ἀλλ᾽ ἐν οἷς μηδενὸς τοιούτου διαφέροντος καὶ ἐν λόγῳ καὶ ἐν βίῳ ἀληθεύει τῷ τὴν ἕξιν τοιοῦτος εἶναι. δόξειε δ᾽ ἂν τοιοῦτος ἐπιεικὴς εἶναι. γὰρ φιλαλήθης, καὶ ἐν οἷς μὴ διαφέρει ἀληθεύων, ἀληθεύσει καὶ ἐν οἷς διαφέρει ἔτι μᾶλλον: ὡς γὰρ αἰσχρὸν τὸ ψεῦδος εὐλαβήσεται, γε καὶ καθ᾽ αὑτὸ ηὐλαβεῖτο: δὲ τοιοῦτος ἐπαινετός. ἐπὶ τὸ ἔλαττον δὲ μᾶλλον τοῦ ἀληθοῦς ἀποκλίνει: ἐμμελέστερον γὰρ φαίνεται διὰ τὸ ἐπαχθεῖς τὰς ὑπερβολὰς εἶναι. δὲ μείζω τῶν ὑπαρχόντων προσποιούμενος μηδενὸς ἕνεκα φαύλῳ μὲν ἔοικενοὐ γὰρ ἂν ἔχαιρε τῷ ψεύδει), μάταιος δὲ φαίνεται μᾶλλον κακός: εἰ δ᾽ ἕνεκά τινος, μὲν δόξης τιμῆς οὐ λίαν ψεκτός, †ὡς ἀλαζών,† δὲ ἀργυρίου, ὅσα εἰς ἀργύριον, ἀσχημονέστεροςοὐκ ἐν τῇ δυνάμει δ᾽ ἐστὶν ἀλαζών, ἀλλ᾽ ἐν τῇ προαιρέσει: κατὰ τὴν ἕξιν γὰρ καὶ τῷ τοιόσδε εἶναι ἀλαζών ἐστιν): ὥσπερ καὶ ψεύστης μὲν τῷ ψεύδει αὐτῷ χαίρων, δὲ δόξης ὀρεγόμενος κέρδους. οἱ μὲν οὖν δόξης χάριν ἀλαζονευόμενοι τὰ τοιαῦτα προσποιοῦνται ἐφ᾽ οἷς ἔπαινος εὐδαιμονισμός, οἱ δὲ κέρδους, ὧν καὶ ἀπόλαυσίς ἐστι τοῖς πέλας καὶ διαλαθεῖν ἔστι μὴ ὄντα, οἷον μάντιν σοφὸν ἰατρόν. διὰ τοῦτο οἱ πλεῖστοι προσποιοῦνται τὰ τοιαῦτα καὶ ἀλαζονεύονται: ἔστι γὰρ ἐν αὐτοῖς τὰ εἰρημένα. οἱ δ᾽ εἴρωνες ἐπὶ τὸ ἔλαττον λέγοντες χαριέστεροι μὲν τὰ ἤθη φαίνονται: οὐ γὰρ κέρδους ἕνεκα δοκοῦσι λέγειν, ἀλλὰ φεύγοντες τὸ ὀγκηρόν: μάλιστα δὲ καὶ οὗτοι τὰ ἔνδοξα ἀπαρνοῦνται, οἷον καὶ Σωκράτης ἐποίει. οἱ δὲ τὰ μικρὰ καὶ φανερὰ προσποιούμενοι βαυκοπανοῦργοι λέγονται καὶ εὐκαταφρονητότεροί εἰσιν: καὶ ἐνίοτε ἀλαζονεία φαίνεται, οἷον τῶν Λακώνων ἐσθής: καὶ γὰρ ὑπερβολὴ καὶ λίαν ἔλλειψις ἀλαζονικόν. οἱ δὲ μετρίως χρώμενοι τῇ εἰρωνείᾳ καὶ περὶ τὰ μὴ λίαν ἐμποδὼν καὶ φανερὰ εἰρωνευόμενοι χαρίεντες φαίνονται. ἀντικεῖσθαι δ᾽ ἀλαζὼν φαίνεται τῷ ἀληθευτικῷ: χείρων γάρ.

οὔσης δὲ καὶ ἀναπαύσεως ἐν τῷ βίῳ, καὶ ἐν ταύτῃ διαγωγῆς μετὰ παιδιᾶς, δοκεῖ καὶ ἐνταῦθα εἶναι ὁμιλία τις ἐμμελής,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: