previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔοικε δὲ καὶ περὶ ταύτην εἶναι ἀρετή τις, καθάπερ ἐν τοῖς πρώτοις ἐλέχθη, δόξειεν ἂν παραπλησίως ἔχειν πρὸς τὴν μεγαλοψυχίαν ὥσπερ καὶ ἐλευθεριότης πρὸς τὴν μεγαλοπρέπειαν. ἄμφω γὰρ αὗται τοῦ μὲν μεγάλου ἀφεστᾶσι, περὶ δὲ τὰ μέτρια καὶ μικρὰ διατιθέασιν ἡμᾶς ὡς δεῖ: ὥσπερ δ᾽ ἐν λήψει καὶ δόσει χρημάτων μεσότης ἔστι καὶ ὑπερβολή τε καὶ ἔλλειψις, οὕτω καὶ ἐν τιμῆς ὀρέξει τὸ μᾶλλον δεῖ καὶ ἧττον, καὶ τὸ ὅθεν δεῖ καὶ ὡς δεῖ. τόν τε γὰρ φιλότιμον ψέγομεν ὡς μᾶλλον δεῖ καὶ ὅθεν οὐ δεῖ τῆς τιμῆς ἐφιέμενον, τόν τε ἀφιλότιμον ὡς οὐδ᾽ ἐπὶ τοῖς καλοῖς προαιρούμενον τιμᾶσθαι. ἔστι δ᾽ ὅτε τὸν φιλότιμον ἐπαινοῦμεν ὡς ἀνδρώδη καὶ φιλόκαλον, τὸν δ᾽ ἀφιλότιμον ὡς μέτριον καὶ σώφρονα, ὥσπερ καὶ ἐν τοῖς πρώτοις εἴπομεν. δῆλον δ᾽ ὅτι πλεοναχῶς τοῦ φιλοτοιούτου λεγομένου οὐκ ἐπὶ τὸ αὐτὸ φέρομεν ἀεὶ τὸ φιλότιμον, ἀλλ᾽ ἐπαινοῦντες μὲν ἐπὶ τὸ μᾶλλον οἱ πολλοί, ψέγοντες δ᾽ ἐπὶ τὸ μᾶλλον δεῖ. ἀνωνύμου δ᾽ οὔσης τῆς μεσότητος, ὡς ἐρήμης ἔοικεν ἀμφισβητεῖν τὰ ἄκρα. ἐν οἷς δ᾽ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις, καὶ τὸ μέσον: ὀρέγονται δὲ τῆς τιμῆς καὶ μᾶλλον δεῖ καὶ ἧττον: ἔστι δὴ καὶ ὡς δεῖ: ἐπαινεῖται δ᾽ οὖν ἕξις αὕτη, μεσότης οὖσα περὶ τιμὴν ἀνώνυμος. φαίνεται δὲ πρὸς μὲν τὴν φιλοτιμίαν ἀφιλοτιμία, πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία, πρὸς ἀμφότερα δὲ ἀμφότερά πως. ἔοικε δὲ τοῦτ᾽ εἶναι καὶ περὶ τὰς ἄλλας ἀρετάς. ἀντικεῖσθαι δ᾽ ἐνταῦθ᾽ οἱ ἄκροι φαίνονται διὰ τὸ μὴ ὠνομάσθαι τὸν μέσον.

πραότης δ᾽ ἐστὶ μεσότης περὶ ὀργάς: ἀνωνύμου δ᾽ ὄντος τοῦ μέσου, σχεδὸν δὲ καὶ τῶν ἄκρων, ἐπὶ τὸ μέσον τὴν πραότητα φέρομεν, πρὸς τὴν ἔλλειψιν ἀποκλίνουσαν, ἀνώνυμον οὖσαν. δ᾽ ὑπερβολὴ ὀργιλότης τις λέγοιτ᾽ ἄν. τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή, τὰ δ᾽ ἐμποιοῦντα πολλὰ καὶ διαφέροντα. μὲν οὖν ἐφ᾽ οἷς δεῖ καὶ οἷς δεῖ ὀργιζόμενος, ἔτι δὲ καὶ ὡς δεῖ καὶ ὅτε καὶ ὅσον χρόνον, ἐπαινεῖται: πρᾶος δὴ οὗτος ἂν εἴη, εἴπερ πραότης ἐπαινεῖται. βούλεται γὰρ πρᾶος ἀτάραχος εἶναι καὶ μὴ ἄγεσθαι ὑπὸ τοῦ πάθους, ἀλλ᾽ ὡς ἂν λόγος τάξῃ, οὕτω καὶ ἐπὶ τούτοις καὶ ἐπὶ τοσοῦτον χρόνον χαλεπαίνειν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: