previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐὰν δὲ παρὰ τὸ δέον καὶ τὸ καλῶς ἔχον συμβαίνῃ αὐτῷ ἀναλίσκειν, λυπήσεται, μετρίως δὲ καὶ ὡς δεῖ: τῆς ἀρετῆς γὰρ καὶ ἥδεσθαι καὶ λυπεῖσθαι ἐφ᾽ οἷς δεῖ καὶ ὡς δεῖ. καὶ εὐκοινώνητος δ᾽ ἐστὶν ἐλευθέριος εἰς χρήματα: δύναται γὰρ ἀδικεῖσθαι, μὴ τιμῶν γε τὰ χρήματα, καὶ μᾶλλον ἀχθόμενος εἴ τι δέον μὴ ἀνάλωσεν λυπούμενος εἰ μὴ δέον τι ἀνάλωσεν, καὶ τῷ Σιμωνίδῃ οὐκ ἀρεσκόμενος. δ᾽ ἄσωτος καὶ ἐν τούτοις διαμαρτάνει: οὔτε γὰρ ἥδεται ἐφ᾽ οἷς δεῖ οὐδὲ ὡς δεῖ οὔτε λυπεῖται: ἔσται δὲ προϊοῦσι φανερώτερον. εἴρηται δὴ ἡμῖν ὅτι ὑπερβολαὶ καὶ ἐλλείψεις εἰσὶν ἀσωτία καὶ ἀνελευθερία, καὶ ἐν δυσίν, ἐν δόσει καὶ λήψει: καὶ τὴν δαπάνην γὰρ εἰς τὴν δόσιν τίθεμεν. μὲν οὖν ἀσωτία τῷ διδόναι καὶ μὴ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ λαμβάνειν ἐλλείπει, δ᾽ ἀνελευθερία τῷ διδόναι μὲν ἐλλείπει, τῷ λαμβάνειν δ᾽ ὑπερβάλλει, πλὴν ἐν μικροῖς. τὰ μὲν οὖν τῆς ἀσωτίας οὐ πάνυ συνδυάζεται: οὐ γὰρ ῥᾴδιον μηδαμόθεν λαμβάνοντα πᾶσι διδόναι: ταχέως γὰρ ἐπιλείπει οὐσία τοὺς ἰδιώτας διδόντας, οἵπερ καὶ δοκοῦσιν ἄσωτοι εἶναι: ἐπεὶ γε τοιοῦτος δόξειεν ἂν οὐ μικρῷ βελτίων εἶναι τοῦ ἀνελευθέρου. εὐίατός τε γάρ ἐστι καὶ ὑπὸ τῆς ἡλικίας καὶ ὑπὸ τῆς ἀπορίας, καὶ ἐπὶ τὸ μέσον δύναται ἐλθεῖν. ἔχει γὰρ τὰ τοῦ ἐλευθερίου: καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει, οὐδέτερον δ᾽ ὡς δεῖ οὐδ᾽ εὖ. εἰ δὴ τοῦτο ἐθισθείη πως ἄλλως μεταβάλοι, εἴη ἂν ἐλευθέριος: δώσει γὰρ οἷς δεῖ, καὶ οὐ λήψεται ὅθεν οὐ δεῖ. διὸ καὶ δοκεῖ οὐκ εἶναι φαῦλος τὸ ἦθος: οὐ γὰρ μοχθηροῦ οὐδ᾽ ἀγεννοῦς τὸ ὑπερβάλλειν διδόντα καὶ μὴ λαμβάνοντα, ἠλιθίου δέ. δὲ τοῦτον τὸν τρόπον ἄσωτος πολὺ δοκεῖ βελτίων τοῦ ἀνελευθέρου εἶναι διά τε τὰ εἰρημένα, καὶ ὅτι μὲν ὠφελεῖ πολλούς, δὲ οὐθένα, ἀλλ᾽ οὐδ᾽ αὑτόν. ἀλλ᾽ οἱ πολλοὶ τῶν ἀσώτων, καθάπερ εἴρηται, καὶ λαμβάνουσιν ὅθεν μὴ δεῖ, καὶ εἰσὶ κατὰ τοῦτο ἀνελεύθεροι. ληπτικοὶ δὲ γίνονται διὰ τὸ βούλεσθαι μὲν ἀναλίσκειν, εὐχερῶς δὲ τοῦτο ποιεῖν μὴ δύνασθαι: ταχὺ γὰρ ἐπιλείπει αὐτοὺς τὰ ὑπάρχοντα. ἀναγκάζονται οὖν ἑτέρωθεν πορίζειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: