previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ φθείρειν τὴν οὐσίαν: ἄσωτος γὰρ δι᾽ αὑτὸν ἀπολλύμενος, δοκεῖ δ᾽ ἀπώλειά τις αὑτοῦ εἶναι καὶ τῆς οὐσίας φθορά, ὡς τοῦ ζῆν διὰ τούτων ὄντος. οὕτω δὴ τὴν ἀσωτίαν ἐκδεχόμεθα. ὧν δ᾽ ἐστὶ χρεία, ἔστι τούτοις χρῆσθαι καὶ εὖ καὶ κακῶς: πλοῦτος δ᾽ ἐστὶ τῶν χρησίμων: ἑκάστῳ δ᾽ ἄριστα χρῆται ἔχων τὴν περὶ τοῦτο ἀρετήν: καὶ πλούτῳ δὴ χρήσεται ἄριστα ἔχων τὴν περὶ τὰ χρήματα ἀρετήν: οὗτος δ᾽ ἐστὶν ἐλευθέριος. χρῆσις δ᾽ εἶναι δοκεῖ χρημάτων δαπάνη καὶ δόσις: δὲ λῆψις καὶ φυλακὴ κτῆσις μᾶλλον. διὸ μᾶλλόν ἐστι τοῦ ἐλευθερίου τὸ διδόναι οἷς δεῖ λαμβάνειν ὅθεν δεῖ καὶ μὴ λαμβάνειν ὅθεν οὐ δεῖ. τῆς γὰρ ἀρετῆς μᾶλλον τὸ εὖ ποιεῖν τὸ εὖ πάσχειν, καὶ τὰ καλὰ πράττειν μᾶλλον τὰ αἰσχρὰ μὴ πράττειν: οὐκ ἄδηλον δ᾽ ὅτι τῇ μὲν δόσει ἕπεται τὸ εὖ ποιεῖν καὶ τὸ καλὰ πράττειν, τῇ δὲ λήψει τὸ εὖ πάσχειν μὴ αἰσχροπραγεῖν. καὶ χάρις τῷ διδόντι, οὐ τῷ μὴ λαμβάνοντι, καὶ ἔπαινος δὲ μᾶλλον. καὶ ῥᾷον δὲ τὸ μὴ λαβεῖν τοῦ δοῦναι: τὸ γὰρ οἰκεῖον ἧττον προΐενται μᾶλλον οὐ λαμβάνουσι τὸ ἀλλότριον. καὶ ἐλευθέριοι δὲ λέγονται οἱ διδόντες: οἱ δὲ μὴ λαμβάνοντες οὐκ εἰς ἐλευθεριότητα ἐπαινοῦνται, ἀλλ᾽ οὐχ ἧττον εἰς δικαιοσύνην: οἱ δὲ λαμβάνοντες οὐδ᾽ ἐπαινοῦνται πάνυ. φιλοῦνται δὲ σχεδὸν μάλιστα οἱ ἐλευθέριοι τῶν ἀπ᾽ ἀρετῆς: ὠφέλιμοι γὰρ, τοῦτο δ᾽ ἐν τῇ δόσει. αἱ δὲ κατ᾽ ἀρετὴν πράξεις καλαὶ καὶ τοῦ καλοῦ ἕνεκα. καὶ ἐλευθέριος οὖν δώσει τοῦ καλοῦ ἕνεκα καὶ ὀρθῶς: οἷς γὰρ δεῖ καὶ ὅσα καὶ ὅτε, καὶ τἆλλα ὅσα ἕπεται τῇ ὀρθῇ δόσει: καὶ ταῦτα ἡδέως ἀλύπως: τὸ γὰρ κατ᾽ ἀρετὴν ἡδὺ ἄλυπον, ἥκιστα δὲ λυπηρόν. δὲ διδοὺς οἷς μὴ δεῖ, μὴ τοῦ καλοῦ ἕνεκα ἀλλὰ διά τιν᾽ ἄλλην αἰτίαν, οὐκ ἐλευθέριος ἀλλ᾽ ἄλλος τις ῥηθήσεται. οὐδ᾽ λυπηρῶς: μᾶλλον γὰρ ἕλοιτ᾽ ἂν τὰ χρήματα τῆς καλῆς πράξεως, τοῦτο δ᾽ οὐκ ἐλευθερίου. οὐδὲ λήψεται δὲ ὅθεν μὴ δεῖ: οὐ γάρ ἐστι τοῦ μὴ τιμῶντος τὰ χρήματα τοιαύτη λῆψις. οὐκ ἂν εἴη δὲ οὐδ᾽ αἰτητικός: οὐ γάρ ἐστι τοῦ εὖ ποιοῦντος εὐχερῶς εὐεργετεῖσθαι. ὅθεν δὲ δεῖ, λήψεται,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: