previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν οὖν ἀκόλαστος ἐπιθυμεῖ τῶν ἡδέων πάντων τῶν μάλιστα, καὶ ἄγεται ὑπὸ τῆς ἐπιθυμίας ὥστε ἀντὶ τῶν ἄλλων ταῦθ᾽ αἱρεῖσθαι: διὸ καὶ λυπεῖται καὶ ἀποτυγχάνων καὶ ἐπιθυμῶν: μετὰ λύπης γὰρ ἐπιθυμία: ἀτόπῳ δ᾽ ἔοικε τὸ δι᾽ ἡδονὴν λυπεῖσθαι. ἐλλείποντες δὲ τὰ περὶ τὰς ἡδονὰς καὶ ἧττον δεῖ χαίροντες οὐ πάνυ γίνονται: οὐ γὰρ ἀνθρωπική ἐστιν τοιαύτη ἀναισθησία: καὶ γὰρ τὰ λοιπὰ ζῷα διακρίνει τὰ βρώματα, καὶ τοῖς μὲν χαίρει τοῖς δ᾽ οὔ: εἰ δέ τῳ μηδέν ἐστιν ἡδὺ μηδὲ διαφέρει ἕτερον ἑτέρου, πόρρω ἂν εἴη τοῦ ἄνθρωπος εἶναι: οὐ τέτευχε δ᾽ τοιοῦτος ὀνόματος διὰ τὸ μὴ πάνυ γίνεσθαι. δὲ σώφρων μέσως μὲν περὶ ταῦτ᾽ ἔχει: οὔτε γὰρ ἥδεται οἷς μάλιστα ἀκόλαστος, ἀλλὰ μᾶλλον δυσχεραίνει, οὐδ᾽ ὅλως οἷς μὴ δεῖ οὐδὲ σφόδρα τοιούτῳ οὐδενί, οὔτ᾽ ἀπόντων λυπεῖται οὐδ᾽ ἐπιθυμεῖ, μετρίως, οὐδὲ μᾶλλον δεῖ, οὐδ᾽ ὅτε μὴ δεῖ, οὐδ᾽ ὅλως τῶν τοιούτων οὐδέν: ὅσα δὲ πρὸς ὑγίειάν ἐστιν πρὸς εὐεξίαν ἡδέα ὄντα, τούτων ὀρέξεται μετρίως καὶ ὡς δεῖ, καὶ τῶν ἄλλων ἡδέων μὴ ἐμποδίων τούτοις ὄντων παρὰ τὸ καλὸν ὑπὲρ τὴν οὐσίαν. γὰρ οὕτως ἔχων μᾶλλον ἀγαπᾷ τὰς τοιαύτας ἡδονὰς τῆς ἀξίας: δὲ σώφρων οὐ τοιοῦτος, ἀλλ᾽ ὡς ὀρθὸς λόγος.

ἑκουσίῳ δὲ μᾶλλον ἔοικεν ἀκολασία τῆς δειλίας. μὲν γὰρ δι᾽ ἡδονήν, δὲ διὰ λύπην, ὧν τὸ μὲν αἱρετόν, τὸ δὲ φευκτόν: καὶ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν τοῦ ἔχοντος φύσιν, δὲ ἡδονὴ οὐδὲν τοιοῦτο ποιεῖ. μᾶλλον δὴ ἑκούσιον. διὸ καὶ ἐπονειδιστότερον: καὶ γὰρ ἐθισθῆναι ῥᾷον πρὸς αὐτά: πολλὰ γὰρ ἐν τῷ βίῳ τὰ τοιαῦτα, καὶ οἱ ἐθισμοὶ ἀκίνδυνοι, ἐπὶ δὲ τῶν φοβερῶν ἀνάπαλιν. δόξειε δ᾽ ἂν οὐχ ὁμοίως ἑκούσιον δειλία εἶναι τοῖς καθ᾽ ἕκαστον: αὐτὴ μὲν γὰρ ἄλυπος, ταῦτα δὲ διὰ λύπην ἐξίστησιν, ὥστε καὶ τὰ ὅπλα ῥιπτεῖν καὶ τἆλλα ἀσχημονεῖν: διὸ καὶ δοκεῖ βίαια εἶναι. τῷ δ᾽ ἀκολάστῳ ἀνάπαλιν τὰ μὲν καθ᾽ ἕκαστα ἑκούσιαἐπιθυμοῦντι γὰρ καὶ ὀρεγομένῳ), τὸ δ᾽ ὅλον ἧττον: οὐθεὶς γὰρ ἐπιθυμεῖ ἀκόλαστος εἶναι. τὸ δ᾽ ὄνομα τῆς ἀκολασίας καὶ ἐπὶ τὰς παιδικὰς ἁμαρτίας φέρομεν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: