previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κοινοτάτη δὴ τῶν αἰσθήσεων καθ᾽ ἣν ἀκολασία: καὶ δόξειεν ἂν δικαίως ἐπονείδιστος εἶναι, ὅτι οὐχ ἄνθρωποί ἐσμεν ὑπάρχει, ἀλλ᾽ ζῷα. τὸ δὴ τοιούτοις χαίρειν καὶ μάλιστα ἀγαπᾶν θηριῶδες. καὶ γὰρ αἱ ἐλευθεριώταται τῶν διὰ τῆς ἁφῆς ἡδονῶν ἀφῄρηνται, οἷον αἱ ἐν τοῖς γυμνασίοις διὰ τρίψεως καὶ τῆς θερμασίας γινόμεναι: οὐ γὰρ περὶ πᾶν τὸ σῶμα τοῦ ἀκολάστου ἁφή, ἀλλὰ περί τινα μέρη. τῶν δ᾽ ἐπιθυμιῶν αἳ μὲν κοιναὶ δοκοῦσιν εἶναι, αἳ δ᾽ ἴδιοι καὶ ἐπίθετοι: οἷον μὲν τῆς τροφῆς φυσική: πᾶς γὰρ ἐπιθυμεῖ ἐνδεὴς ξηρᾶς ὑγρᾶς τροφῆς, ὁτὲ δὲ ἀμφοῖν, καὶ εὐνῆς, φησὶν Ὅμηρος, νέος καὶ ἀκμάζων: τὸ δὲ τοιᾶσδε τοιᾶσδε, οὐκέτι πᾶς, οὐδὲ τῶν αὐτῶν. διὸ φαίνεται ἡμέτερον εἶναι. οὐ μὴν ἀλλ᾽ ἔχει γέ τι καὶ φυσικόν: ἕτερα γὰρ ἑτέροις ἐστὶν ἡδέα, καὶ ἔνια πᾶσιν ἡδίω τῶν τυχόντων. ἐν μὲν οὖν ταῖς φυσικαῖς ἐπιθυμίαις ὀλίγοι ἁμαρτάνουσι καὶ ἐφ᾽ ἕν, ἐπὶ τὸ πλεῖον: τὸ γὰρ ἐσθίειν τὰ τυχόντα πίνειν ἕως ἂν ὑπερπλησθῇ, ὑπερβάλλειν ἐστὶ τὸ κατὰ φύσιν τῷ πλήθει: ἀναπλήρωσις γὰρ τῆς ἐνδείας φυσικὴ ἐπιθυμία. διὸ λέγονται οὗτοι γαστρίμαργοι, ὡς παρὰ τὸ δέον πληροῦντες αὐτήν. τοιοῦτοι δὲ γίνονται οἱ λίαν ἀνδραποδώδεις. περὶ δὲ τὰς ἰδίας τῶν ἡδονῶν πολλοὶ καὶ πολλαχῶς ἁμαρτάνουσιν. τῶν γὰρ φιλοτοιούτων λεγομένων τῷ χαίρειν οἷς μὴ δεῖ, τῷ μᾶλλον ὡς οἱ πολλοί, μὴ ὡς δεῖ, κατὰ πάντα δ᾽ οἱ ἀκόλαστοι ὑπερβάλλουσιν: καὶ γὰρ χαίρουσιν ἐνίοις οἷς οὐ δεῖμισητὰ γάρ), καὶ εἴ τισι δεῖ χαίρειν τῶν τοιούτων, μᾶλλον δεῖ καὶ ὡς οἱ πολλοὶ χαίρουσιν. μὲν οὖν περὶ τὰς ἡδονὰς ὑπερβολὴ ὅτι ἀκολασία καὶ ψεκτόν, δῆλον: περὶ δὲ τὰς λύπας οὐχ ὥσπερ ἐπὶ τῆς ἀνδρείας τῷ ὑπομένειν λέγεται σώφρων οὐδ᾽ ἀκόλαστος τῷ μή, ἀλλ᾽ μὲν ἀκόλαστος τῷ λυπεῖσθαι μᾶλλον δεῖ ὅτι τῶν ἡδέων οὐ τυγχάνεικαὶ τὴν λύπην δὲ ποιεῖ αὐτῷ ἡδονή), δὲ σώφρων τῷ μὴ λυπεῖσθαι τῇ ἀπουσίᾳ καὶ τῷ ἀπέχεσθαι τοῦ ἡδέος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: