previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ οἱ πρὸ τῶν τάφρων καὶ τῶν τοιούτων παρατάττοντες: πάντες γὰρ ἀναγκάζουσιν. δεῖ δ᾽ οὐ δι᾽ ἀνάγκην ἀνδρεῖον εἶναι, ἀλλ᾽ ὅτι καλόν. δοκεῖ δὲ καὶ ἐμπειρία περὶ ἕκαστα ἀνδρεία εἶναι: ὅθεν καὶ Σωκράτης ᾠήθη ἐπιστήμην εἶναι τὴν ἀνδρείαν. τοιοῦτοι δὲ ἄλλοι μὲν ἐν ἄλλοις, ἐν τοῖς πολεμικοῖς δ᾽ οἱ στρατιῶται: δοκεῖ γὰρ εἶναι πολλὰ κενὰ τοῦ πολέμου, μάλιστα συνεωράκασιν οὗτοι: φαίνονται δὴ ἀνδρεῖοι, ὅτι οὐκ ἴσασιν οἱ ἄλλοι οἷά ἐστιν. εἶτα ποιῆσαι καὶ μὴ παθεῖν μάλιστα δύνανται ἐκ τῆς ἐμπειρίας, δυνάμενοι χρῆσθαι τοῖς ὅπλοις καὶ τοιαῦτα ἔχοντες ὁποῖα ἂν εἴη καὶ πρὸς τὸ ποιῆσαι καὶ πρὸς τὸ μὴ παθεῖν κράτιστα: ὥσπερ οὖν ἀνόπλοις ὡπλισμένοι μάχονται καὶ ἀθληταὶ ἰδιώταις: καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν, ἀλλ᾽ οἱ μάλιστα ἰσχύοντες καὶ τὰ σώματα ἄριστα ἔχοντες. οἱ στρατιῶται δὲ δειλοὶ γίνονται, ὅταν ὑπερτείνῃ κίνδυνος καὶ λείπωνται τοῖς πλήθεσι καὶ ταῖς παρασκευαῖς: πρῶτοι γὰρ φεύγουσι, τὰ δὲ πολιτικὰ μένοντα ἀποθνήσκει, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ συνέβη. τοῖς μὲν γὰρ αἰσχρὸν τὸ φεύγειν καὶ θάνατος τῆς τοιαύτης σωτηρίας αἱρετώτερος: οἳ δὲ καὶ ἐξ ἀρχῆς ἐκινδύνευον ὡς κρείττους ὄντες, γνόντες δὲ φεύγουσι, τὸν θάνατον μᾶλλον τοῦ αἰσχροῦ φοβούμενοι: δ᾽ ἀνδρεῖος οὐ τοιοῦτος. καὶ τὸν θυμὸν δ᾽ ἐπὶ τὴν ἀνδρείαν φέρουσιν: ἀνδρεῖοι γὰρ εἶναι δοκοῦσι καὶ οἱ διὰ θυμὸν ὥσπερ τὰ θηρία ἐπὶ τοὺς τρώσαντας φερόμενα, ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖς: ἰτητικώτατον γὰρ θυμὸς πρὸς τοὺς κινδύνους, ὅθεν καὶ Ὅμηροςσθένος ἔμβαλε θυμῷκαὶμένος καὶ θυμὸν ἔγειρεκαὶδριμὺ δ᾽ ἀνὰ ῥῖνας μένοςκαὶἔζεσεν αἷμα:” πάντα γὰρ τὰ τοιαῦτα ἔοικε σημαίνειν τὴν τοῦ θυμοῦ ἔγερσιν καὶ ὁρμήν. οἱ μὲν οὖν ἀνδρεῖοι διὰ τὸ καλὸν πράττουσιν, δὲ θυμὸς συνεργεῖ αὐτοῖς: τὰ θηρία δὲ διὰ λύπην: διὰ γὰρ τὸ πληγῆναι διὰ τὸ φοβεῖσθαι, ἐπεὶ ἐάν γε ἐν ὕλῃ ἐν ἕλει , οὐ προσέρχονται. οὐ δή ἐστιν ἀνδρεῖα διὰ τὸ ὑπ᾽ ἀλγηδόνος καὶ θυμοῦ ἐξελαυνόμενα πρὸς τὸν κίνδυνον ὁρμᾶν, οὐθὲν τῶν δεινῶν προορῶντα, ἐπεὶ οὕτω γε κἂν οἱ ὄνοι ἀνδρεῖοι εἶεν πεινῶντες: τυπτόμενοι γὰρ οὐκ ἀφίστανται τῆς νομῆς:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: