previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καθ᾽ ἕκαστα δὲ πρόσθεσις οὐ γνώριμος, ὥσπερ ἐπὶ τῶν ἀρρωστιῶν: ἀλλ᾽ ὅτι ἐφ᾽ ἡμῖν ἦν οὕτως μὴ οὕτω χρήσασθαι, διὰ τοῦτο ἑκούσιοι.

ἀναλαβόντες δὲ περὶ ἑκάστης εἴπωμεν τίνες εἰσὶ καὶ περὶ ποῖα καὶ πῶς: ἅμα δ᾽ ἔσται δῆλον καὶ πόσαι εἰσίν. καὶ πρῶτον περὶ ἀνδρείας. ὅτι μὲν οὖν μεσότης ἐστὶ περὶ φόβους καὶ θάρρη, ἤδη φανερὸν γεγένηται: φοβούμεθα δὲ δῆλον ὅτι τὰ φοβερά, ταῦτα δ᾽ ἐστὶν ὡς ἁπλῶς εἰπεῖν κακά: διὸ καὶ τὸν φόβον ὁρίζονται προσδοκίαν κακοῦ. φοβούμεθα μὲν οὖν πάντα τὰ κακά, οἷον ἀδοξίαν πενίαν νόσον ἀφιλίαν θάνατον, ἀλλ᾽ οὐ περὶ πάντα δοκεῖ ἀνδρεῖος εἶναι: ἔνια γὰρ καὶ δεῖ φοβεῖσθαι καὶ καλόν, τὸ δὲ μὴ αἰσχρόν, οἷον ἀδοξίαν: μὲν γὰρ φοβούμενος ἐπιεικὴς καὶ αἰδήμων, δὲ μὴ φοβούμενος ἀναίσχυντος. λέγεται δ᾽ ὑπό τινων ἀνδρεῖος κατὰ μεταφοράν: ἔχει γάρ τι ὅμοιον τῷ ἀνδρείῳ: ἄφοβος γάρ τις καὶ ἀνδρεῖος. πενίαν δ᾽ ἴσως οὐ δεῖ φοβεῖσθαι οὐδὲ νόσον, οὐδ᾽ ὅλως ὅσα μὴ ἀπὸ κακίας μηδὲ δι᾽ αὑτόν. ἀλλ᾽ οὐδ᾽ περὶ ταῦτα ἄφοβος ἀνδρεῖος. λέγομεν δὲ καὶ τοῦτον καθ᾽ ὁμοιότητα: ἔνιοι γὰρ ἐν τοῖς πολεμικοῖς κινδύνοις δειλοὶ ὄντες ἐλευθέριοί εἰσι καὶ πρὸς χρημάτων ἀποβολὴν εὐθαρσῶς ἔχουσιν. οὐδὲ δὴ εἴ τις ὕβριν περὶ παῖδας καὶ γυναῖκα φοβεῖται φθόνον τι τῶν τοιούτων, δειλός ἐστιν: οὐδ᾽ εἰ θαρρεῖ μέλλων μαστιγοῦσθαι, ἀνδρεῖος. περὶ ποῖα οὖν τῶν φοβερῶν ἀνδρεῖος; περὶ τὰ μέγιστα; οὐθεὶς γὰρ ὑπομενετικώτερος τῶν δεινῶν. φοβερώτατον δ᾽ θάνατος: πέρας γάρ, καὶ οὐδὲν ἔτι τῷ τεθνεῶτι δοκεῖ οὔτ᾽ ἀγαθὸν οὔτε κακὸν εἶναι. δόξειε δ᾽ ἂν οὐδὲ περὶ θάνατον τὸν ἐν παντὶ ἀνδρεῖος εἶναι, οἷον ἐν θαλάττῃ νόσοις. ἐν τίσιν οὖν; ἐν τοῖς καλλίστοις; τοιοῦτοι δὲ οἱ ἐν πολέμῳ: ἐν μεγίστῳ γὰρ καὶ καλλίστῳ κινδύνῳ. ὁμόλογοι δὲ τούτοις εἰσὶ καὶ αἱ τιμαὶ αἱ ἐν ταῖς πόλεσι καὶ παρὰ τοῖς μονάρχοις. κυρίως δὴ λέγοιτ᾽ ἂν ἀνδρεῖος περὶ τὸν καλὸν θάνατον ἀδεής, καὶ ὅσα θάνατον ἐπιφέρει ὑπόγυια ὄντα: τοιαῦτα δὲ μάλιστα τὰ κατὰ πόλεμον. οὐ μὴν ἀλλὰ καὶ ἐν θαλάττῃ καὶ ἐν νόσοις ἀδεὴς ἀνδρεῖος,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Paul Shorey, Commentary on Horace, Odes, Epodes, and Carmen Saeculare, Ode III
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: