previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ δὴ ποῖα φατέον βίαια; ἁπλῶς μέν, ὁπότ᾽ ἂν αἰτία ἐν τοῖς ἐκτὸς καὶ πράττων μηδὲν συμβάλληται; δὲ καθ᾽ αὑτὰ μὲν ἀκούσιά ἐστι, νῦν δὲ καὶ ἀντὶ τῶνδε αἱρετά, καὶ ἀρχὴ ἐν τῷ πράττοντι, καθ᾽ αὑτὰ μὲν ἀκούσιά ἐστι, νῦν δὲ καὶ ἀντὶ τῶνδε ἑκούσια. μᾶλλον δ᾽ ἔοικεν ἑκουσίοις: αἱ γὰρ πράξεις ἐν τοῖς καθ᾽ ἕκαστα, ταῦτα δ᾽ ἑκούσια. ποῖα δ᾽ ἀντὶ ποίων αἱρετέον, οὐ ῥᾴδιον ἀποδοῦναι: πολλαὶ γὰρ διαφοραί εἰσιν ἐν τοῖς καθ᾽ ἕκαστα. εἰ δέ τις τὰ ἡδέα καὶ τὰ καλὰ φαίη βίαια εἶναιἀναγκάζειν γὰρ ἔξω ὄντα), πάντα ἂν εἴη αὐτῷ βίαια: τούτων γὰρ χάριν πάντες πάντα πράττουσιν. καὶ οἱ μὲν βίᾳ καὶ ἄκοντες λυπηρῶς, οἱ δὲ διὰ τὸ ἡδὺ καὶ καλὸν μεθ᾽ ἡδονῆς: γελοῖον δὲ τὸ αἰτιᾶσθαι τὰ ἐκτός, ἀλλὰ μὴ αὑτὸν εὐθήρατον ὄντα ὑπὸ τῶν τοιούτων, καὶ τῶν μὲν καλῶν ἑαυτόν, τῶν δ᾽ αἰσχρῶν τὰ ἡδέα. ἔοικε δὴ τὸ βίαιον εἶναι οὗ ἔξωθεν ἀρχή, μηδὲν συμβαλλομένου τοῦ βιασθέντος.

τὸ δὲ δι᾽ ἄγνοιαν οὐχ ἑκούσιον μὲν ἅπαν ἐστίν, ἀκούσιον δὲ τὸ ἐπίλυπον καὶ ἐν μεταμελείᾳ: γὰρ δι᾽ ἄγνοιαν πράξας ὁτιοῦν, μηδέν τι δυσχεραίνων ἐπὶ τῇ πράξει, ἑκὼν μὲν οὐ πέπραχεν, γε μὴ ᾔδει, οὐδ᾽ αὖ ἄκων, μὴ λυπούμενός γε. τοῦ δὴ δι᾽ ἄγνοιαν μὲν ἐν μεταμελείᾳ ἄκων δοκεῖ, δὲ μὴ μεταμελόμενος, ἐπεὶ ἕτερος, ἔστω οὐχ ἑκών: ἐπεὶ γὰρ διαφέρει, βέλτιον ὄνομα ἔχειν ἴδιον. ἕτερον δ᾽ ἔοικε καὶ τὸ δι᾽ ἄγνοιαν πράττειν τοῦ ἀγνοοῦντα: γὰρ μεθύων ὀργιζόμενος οὐ δοκεῖ δι᾽ ἄγνοιαν πράττειν ἀλλὰ διά τι τῶν εἰρημένων, οὐκ εἰδὼς δὲ ἀλλ᾽ ἀγνοῶν. ἀγνοεῖ μὲν οὖν πᾶς μοχθηρὸς δεῖ πράττειν καὶ ὧν ἀφεκτέον, καὶ διὰ τὴν τοιαύτην ἁμαρτίαν ἄδικοι καὶ ὅλως κακοὶ γίνονται: τὸ δ᾽ ἀκούσιον βούλεται λέγεσθαι οὐκ εἴ τις ἀγνοεῖ τὰ συμφέροντα: οὐ γὰρ ἐν τῇ προαιρέσει ἄγνοια αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς μοχθηρίας, οὐδ᾽ καθόλουψέγονται γὰρ διά γε ταύτηνἀλλ᾽ καθ᾽ ἕκαστα, ἐν οἷς καὶ περὶ πρᾶξις:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: