previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1249β] καὶ περὶ χρημάτων πλήθους καὶ ὀλιγότητος καὶ τῶν εὐτυχημάτων. ἐν μὲν οὖν τοῖς πρότερον ἐλέχθη τὸ ὡς λόγος: τοῦτο δ᾽ ἐστὶν ὥσπερ ἂν εἴ τις ἐν τοῖς περὶ τὴν τροφὴν [5] εἴπειεν ὡς ἰατρικὴ καὶ λόγος ταύτης. τοῦτο δ᾽ ἀληθὲς μέν, οὐ σαφὲς δέ. δεῖ δὴ ὥσπερ καὶ ἐν τοῖς ἄλλοις πρὸς τὸ ἄρχον ζῆν, καὶ πρὸς τὴν ἕξιν κατὰ τὴν ἐνέργειαν τὴν τοῦ ἄρχοντος, οἷον δοῦλον πρὸς δεσπότου καὶ ἕκαστον πρὸς τὴν ἑκάστου καθήκουσαν ἀρχήν. ἐπεὶ δὲ καὶ [10] ἄνθρωπος φύσει συνέστηκεν ἐξ ἄρχοντος καὶ ἀρχομένου, καὶ ἕκαστον ἂν δέοι πρὸς τὴν ἑαυτῶν ἀρχὴν ζῆναὕτη δὲ διττή: ἄλλως γὰρ ἰατρικὴ ἀρχὴ καὶ ἄλλως ὑγίεια: ταύτης δὲ ἕνεκα ἐκείνη): οὕτω δ᾽ ἔχει κατὰ τὸ θεωρητικόν. οὐ γὰρ ἐπιτακτικῶς ἄρχων θεός, ἀλλ᾽ οὗ ἕνεκα φρόνησις [15] ἐπιτάττειδιττὸν δὲ τὸ οὗ ἕνεκα: διώρισται δ᾽ ἐν ἄλλοις), ἐπεὶ κεῖνός γε οὐθενὸς δεῖται. ἥτις οὖν αἵρεσις καὶ κτῆσις τῶν φύσει ἀγαθῶν ποιήσει μάλιστα τὴν τοῦ θεοῦ θεωρίαν, σώματος χρημάτων φίλων τῶν ἄλλων ἀγαθῶν, αὕτη ἀρίστη, καὶ οὗτος ὅρος κάλλιστος: ἥτις δ᾽ δι᾽ ἔνδειαν [20] δι᾽ ὑπερβολὴν κωλύει τὸν θεὸν θεραπεύειν καὶ θεωρεῖν, αὕτη δὲ φαύλη. ἔχει δὲ τοῦτο τῇ ψυχῇ, καὶ οὗτος τῆς ψυχῆς ὅρος ἄριστος, τὸ ἥκιστα αἰσθάνεσθαι τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, τοιοῦτον.

τις μὲν οὖν ὅρος τῆς καλοκἀγαθίας, καὶ τίς σκοπὸς [25] τῶν ἁπλῶς ἀγαθῶν, ἔστω εἰρημένον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: