previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1243β] ὥστε φανερὸν πῶς διαιρετέον περὶ τούτων. εἰ μὲν γὰρ ἠθικοὶ φίλοι, εἰς τὴν προαίρεσιν βλεπτέον εἰ ἴση, καὶ οὐθὲν ἄλλο ἀξιωτέον θατέρῳ παρὰ θατέρου: εἰ δ᾽ ὡς χρήσιμοι καὶ πολιτικοί, ὡς ἂν ἐλυσιτέλει [5] ὁμολογοῦσιν: ἂν δ᾽ μὲν φῇ ὧδε δὲ ἐκείνως, οὐ καλὸν μὲν ἀντιποιῆσαι, δέον τοὺς καλοὺς λέγειν λόγους, ὁμοίως δὲ καὶ ἐπὶ θατέρου, ἀλλ᾽ ἐπεὶ οὐ διείποντο ὡς ἠθικῶς, δεῖ κρίνειν τίνα, μηδ᾽ ὑποκρινόμενον μηδέτερον αὐτῶν ἐξαπατᾶν. ὥστε δεῖ στέργειν αὐτὸν τὴν τύχην. ὅτι δ᾽ ἐστὶν ἠθικὴ κατὰ [10] προαίρεσιν, δῆλον, ἐπεὶ κἂν εἰ μεγάλα παθὼν μὴ ἀποδῴη δι᾽ ἀδυναμίαν, ἀλλ᾽ ὡς ἠδύνατο, καλῶς: καὶ θεὸς ἀνέχεται κατὰ δύναμιν λαμβάνων τὰς θυσίας. ἀλλὰ τῷ πωλοῦντι οὐχ ἱκανῶς ἕξει, ἂν μὴ φήσῃ δύνασθαι πλέον δοῦναι, οὐδὲ τῷ δανείσαντι. [15]

πολλὰ ἐγκλήματα γίνεται ἐν ταῖς φιλίαις τοῖς μὴ κατ᾽ εὐθυωρίαν, καὶ τὸ δίκαιον ἰδεῖν οὐ ῥᾴδιον. χαλεπὸν γὰρ μετρῆσαι ἑνὶ τῷδε τὸ μὴ κατ᾽ εὐθυωρίαν, οἷον συμβαίνει ἐπὶ τῶν ἐρωτικῶν. μὲν γὰρ διώκει ὡς τὸν ἡδὺν ἐπὶ τὸ συζῆν, δ᾽ ἐκεῖνον ἐνίοτε ὡς χρήσιμον: ὅταν δὲ παύσηται τοῦ ἐρᾶν, ἄλλου [20] γινομένου ἄλλος γίνεται, καὶ τότε λογίζονται παντί τινος, καὶ ὡς Πύθων καὶ Παμμένης διεφέροντο καὶ ὡς διδάσκαλος καὶ μαθητήςἐπιστήμη γὰρ καὶ χρήματα οὐχ ἑνὶ μετρεῖται), καὶ ὡς Ἡρόδικος ἰατρὸς πρὸς τὸν ἀποδιδόντα μικρὸν τὸν μισθόν, καὶ ὡς κιθαρῳδὸς καὶ βασιλεύς. μὲν γὰρ ὡς ἡδεῖ, [25] δ᾽ ὡς χρησίμῳ ὡμίλει: δ᾽ ἐπεὶ ἔδει ἀποδιδόναι, αὐτὸν αὑτὸν ὡς ἡδὺν ἐποίησεν, καὶ ἔφη, ὥσπερ ἐκεῖνον ᾁσαντα εὐφρᾶναι, οὕτω καὶ αὐτὸς ὑποσχόμενος ἐκείνῳ. ὅμως δὲ φανερὸν καὶ ἐνταῦθα πῶς γνωριστέον: ἑνὶ μὲν γὰρ μετρητέον καὶ ἐνταῦθ᾽, ἀλλ᾽ οὐχ ὅρῳ, ἀλλὰ λόγῳ: τῷ ἀνάλογον γὰρ [30] μετρητέον, ὥσπερ καὶ πολιτικὴ μετρεῖται κοινωνία. πῶς γὰρ κοινωνήσει γεωργῷ σκυτοτόμος, εἰ μὴ τῷ ἀνάλογον ἰσασθήσεται τὰ ἔργα; τοῖς δὲ μὴ κατ᾽ εὐθυωρίαν τὸ ἀνάλογον μέτρον, οἷον εἰ μὲν σοφίαν δοῦναι ἐγκαλεῖ, δ᾽ ἐκείνῳ ἀργύριον, τῇ σοφίᾳ πρὸς τὸ πλούσιον, εἶτα τί δοθὲν πρὸς [35] ἑκάτερον. εἰ γὰρ μὲν τοῦ ἐλάττονος ἥμισυ ἔδωκεν, δὲ τοῦ μείζονος μὴ πολλοστὸν μέρος, δῆλον ὅτι οὗτος ἀδικεῖ. ἔστι δὲ κἀνταῦθα ἐν ἀρχῇ ἀμφισβήτησις, ἂν φῇ μὲν ὡς χρησίμους συνελθεῖν αὐτούς, δὲ μή, ἀλλ᾽ ὡς κατ᾽ ἄλλην τινὰ φιλίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: