previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1243α] ἠθικὴν δὲ ποιοῦσιν ὡς ἐπιεικεῖς, διὸ ὡς πιστεύοντες οὐ νομικὴν ποιοῦσιν. ὅλως μὲν γὰρ ἐν τῇ χρησίμῃ τῶν τριῶν πλεῖστα ἐγκλήματα μὲν γὰρ ἀρετὴ ἀνέγκλητον, οἱ δ᾽ ἡδεῖς ἔχοντες καὶ δόντες ἀπαλλάττονται: οἱ δὲ χρήσιμοι [5] οὐκ εὐθὺς διαλύονται, ἂν μὴ νομικῶς καὶ ἑταιρικῶς προσφέρωνται): ὅμως δὲ τῆς χρησίμου νομικὴ ἀνέγκλητος. ἔστι δ᾽ μὲν νομικὴ διάλυσις πρὸς νόμισμαμετρεῖται γὰρ τούτῳ τὸ ἴσον), δ᾽ ἠθικὴ ἑκούσιος. διὸ ἐνιαχοῦ νόμος ἐστὶ τοῖς οὕτως ὁμιλοῦσι φιλικῶς μὴ εἶναι δίκας τῶν [10] ἑκουσίων συναλλαγμάτων, ὀρθῶς: τοῖς γὰρ ἀγαθοῖς οὐ πέφυκε δίκαιον εἶναι, οἳ δ᾽ ὡς ἀγαθοὶ καὶ πιστοὶ συναλλάττουσιν. ἔστι δὲ ἐν ταύτῃ τῇ φιλίᾳ τὰ ἐγκλήματα ἀμφιβάλλοντα αὐτοῖς ἀμφότερα, πῶς ἑκάτερος ἐγκαλεῖ, ὅταν ἠθικῶς ἀλλὰ μὴ νομικῶς πιστεύσωσιν. καὶ ἔχει δὴ ἀπορίαν ποτέρως δεῖ [15] κρίνειν τὸ δίκαιον, πότερα πρὸς τὸ πρᾶγμα βλέποντα τὸ ὑπηρετηθὲν, πόσον, ποῖον ἦν τῷ πεπονθότι. ἐνδέχεται γὰρ ὅπερ λέγει Θέογνις:“σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα.
Theog. 14 ἐνδέχεται δὲ καὶ τοὐναντίον γενέσθαι, ὥσπερ ἐν τῷ λόγῳ, [20] σοὶ μὲν παιδιὰν τοῦτ᾽ εἶναι, ἐμοὶ δὲ θάνατον. ἐντεῦθεν δ᾽ εἴρηται τὰ ἐγκλήματα. μὲν γὰρ ἀξιοῖ ἀντιπαθεῖν ὡς μέγα ὑπηρετήσας, ὅτι δεομένῳ ἐποίησιν, τι ἄλλο τοιοῦτο, λέγων πρὸς τὴν ἐκείνου ὠφέλειαν πόσον ἠδύνατο, ἀλλ᾽ οὐ τί ἦν αὐτῷ: δὲ τοὐναντίον ὅσον ἐκείνῳ, ἀλλ᾽ οὐχ ὅσον [25] αὐτῷ. ὁτὲ δὲ καὶ μεταλαμβάνων καὶ ἀμφιβάλλει. μὲν γὰρ ὅσον αὐτῷ μικρὸν ἀπέβη, δ᾽ ὅσον αὐτῷ μέγα ἐδύνατο, οἷον εἰ κινδυνεύσας δραχμῆς ἄξιον ὠφέλησεν, [28] μὲν τὸ τοῦ κινδύνου μέγεθος δὲ τὸ τοῦ ἀργυρίου, ὥσπερ ἐν τῇ τῶν νομισμάτων ἀποδόσει. καὶ γὰρ ἐνταῦθα περὶ [30] τούτων ἀμφισβήτησις: μὲν γὰρ ἀξιοῖ πῶς τότ᾽ ἦν, δὲ πῶς νῦν, ἂν μὴ διείπωνται. μὲν οὖν πολιτικὴ βλέπει εἰς τὴν ὁμολογίαν καὶ εἰς τὸ πρᾶγμα, δ᾽ ἠθικὴ εἰς τὴν προαίρεσιν. ὥστε καὶ δίκαιον τοῦτο μᾶλλον ἐστί, καὶ δικαιοσύνη φιλική. αἴτιον δὲ τοῦ μάχεσθαι, διότι καλλίων μὲν [35] ἠθικὴ φιλία, ἀναγκαιοτέρα δὲ χρησίμη. οἳ δ᾽ ἄρχονται μὲν ὡς οἱ ἠθικοὶ φίλοι καὶ δι᾽ ἀρετὴν ὄντες: ὅταν δ᾽ ἄντικρυς τι τῶν ἰδίων, δῆλοι γίνονται ὅτι ἕτεροι ἦσαν. ἐκ περιουσίας γὰρ διώκουσιν οἱ πολλοὶ τὰ καλόν: διὸ καὶ τὴν καλλίω φιλίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: