previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1235α] τέκνων γονέων γυναικός. καὶ τὰ ἴδια δίκαια τὰ πρὸς τοὺς φίλους ἐστὶν ἐφ᾽ ἡμῖν μόνον, τὰ δὲ πρὸς τοὺς ἄλλους νενομοθέτηται, καὶ οὐκ ἐφ᾽ ἡμῖν.

ἀπορεῖται δὲ πολλὰ περὶ τῆς φιλίας, πρῶτον μὲν ὡς οἱ [5] ἔξωθεν παραλαμβάνοντες καὶ ἐπὶ πλέον λέγοντες: δοκεῖ γὰρ τοῖς μὲν τὸ ὅμοιον τῷ ὁμοίῳ εἶναι φίλον, ὅθεν εἴρηταιὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον:
Hom. Od. 17.218καὶ γὰρ κολοιὸς παρὰ κολοιόν:” “ἔγνω δὲ φώρ τε φῶρα, καὶ λύκος λύκον.” [10] οἱ δὲ φυσιολόγοι καὶ τὴν ὅλην φύσιν διακοσμοῦσιν ἀρχὴν λαβόντες τὸ τὸ ὅμοιον ἰέναι πρὸς τὸ ὅμοιον, διὸ Ἐμπεδοκλῆς καὶ τὴν κύν᾽ ἔφη καθῆσθαι ἐπὶ τῆς κεραμῖδος διὰ τὸ ἔχειν πλεῖστον ὅμοιον. οἳ μὲν οὖν οὕτω τὸ φίλον λέγουσιν: οἳ δὲ τὸ ἐναντίον τῷ ἐναντίῳ φασὶν εἶναι φίλον. τὸ μὲν γὰρ ἐρώμενον καὶ ἐπιθυμητὸν [15] πᾶσιν εἶναι φίλον, ἐπιθυμεῖ δὲ οὐ τὸ ξηρὸν τοῦ ξηροῦ, ἀλλ᾽ ὑγροῦ, ὅθεν εἴρηταιἐρᾷ μὲν ὄμβρου γαῖακαὶ τὸμεταβολὴ πάντων γλυκύ.
Eur. Orest. 234 δὲ μεταβολὴ εἰς τοὐναντίον. τὸ δ᾽ ὅμοιον ἐχθρὸν τῷ ὁμοίῳ: καὶ γὰρκεραμεὺς κεραμεῖ κοτέει,
Hes. WD 25 καὶ τὰ ἀπὸ τῶν αὐτῶν τρεφόμενα πολέμια ἀλλήλοις ζῷα. [20] αὗται μὲν οὖν αἱ ὑπολήψεις τοσοῦτον διεστᾶσιν. αἳ μὲν γὰρ τὸ ὅμοιον φίλον, τὸ δ᾽ ἐναντίον πολέμιον,“τῷ πλέονι δ᾽ αἰεὶ πολέμιον καθίσταται
τοὔλασσον, ἐχθρᾶς θ᾽ ἡμέρας κατάρχεται,
Eur. Phoen. 539 ἔτι δὲ καὶ οἱ τόποι κεχωρισμένοι τῶν ἐναντίων, δὲ φιλία [25] δοκεῖ συνάγειν: οἳ δὲ τὰ ἐναντία φίλα, καὶ Ἡράκλειτος ἐπιτιμᾷ τῷ ποιήσαντιὡς ἔρις ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο,
Hom. Il. 18.107 οὐ γὰρ ἂν εἶναι ἁρμονίαν μὴ ὄντος ὀξέος καὶ βαρέος, οὐδὲ τὰ ζῷα ἄνευ θήλεως καὶ ἄρρενος ἐναντίων ὄντων.

δύο μὲν αὗται [30] δόξαι περὶ φιλίας εἰσί, λίαν τε καθόλου καὶ κεχωρισμέναι τοσοῦτον: ἄλλαι δὲ ἤδη ἐγγυτέρω καὶ οἰκεῖαι τῶν φαινομένων. τοῖς μὲν γὰρ οὐκ ἐνδέχεσθαι δοκεῖ τοὺς φαύλους εἶναι φίλους, ἀλλὰ μόνον τοὺς ἀγαθούς: τοῖς δ᾽ ἄτοπον εἰ μὴ φιλοῦσιν αἱ μητέρες τὰ τέκναφαίνεται δὲ καὶ ἐν τοῖς θηρίοις ἐνοῦσα φιλία: προαποθνήσκειν [35] γοῦν αἱροῦνται τῶν τέκνων): τοῖς δὲ τὸ χρήσιμον δοκεῖ φίλον εἶναι μόνον. σημεῖον δ᾽ ὅτι καὶ διώκουσι ταῦτα πάντες, τὰ δὲ ἄχρηστα καὶ αὐτοὶ αὑτῶν ἀποβάλλουσιν: ὥσπερ Σωκράτης γέρων ἔλεγε τὸν πτύελον καὶ τὰς τρίχας καὶ τοὺς ὄνυχας παραβάλλων, καὶ τὰ μόρια ὅτι ῥιπτοῦμεν τὰ ἄχρηστα, καὶ τέλος τὸ σῶμα, ὅταν ἀποθάνῃ:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (6 total)
  • Cross-references from this page (5):
    • Euripides, Orestes, 234
    • Euripides, Phoenician Women, 539
    • Hesiod, Works and Days, 25
    • Homer, Iliad, 18.107
    • Homer, Odyssey, 17.218
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: