previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1228α] [23]

ὅτι μὲν οὖν μεσότητές εἰσί τε ἐν ταῖς ἀρεταῖς, καὶ αὗται προαιρετικαί, καὶ αἱ ἐναντίαι κακίαι, καὶ τίνες εἰσὶν [25] αὗται, καθόλου εἴρηται: καθ᾽ ἑκάστην δὲ λαμβάνοντες λέγωμεν ἐφεξῆς, καὶ πρῶτον εἴπωμεν περὶ ἀνδρείας.

σχεδὸν δὴ δοκεῖ πᾶσιν τ᾽ ἀνδρεῖος εἶναι περὶ φόβους καὶ ἀνδρεία μία τῶν ἀρετῶν. διείλομεν δ᾽ ἐν τῇ διαγραφῇ πρότερον καὶ θράσος καὶ φόβον ἐναντία: καὶ γάρ ἐστί πως ἀντικείμενα [30] ἀλλήλοις. δῆλον οὖν ὅτι καὶ οἱ κατὰ τὰς ἕξεις ταύτας λεγόμενοι ὁμοίως ἀντικείσονται σφίσιν αὐτοῖς, οἷον δειλὸςοὗτος γὰρ λέγεται κατὰ τὸ φοβεῖσθαι μᾶλλον δεῖ καὶ θαρρεῖν ἧττον δεῖκαὶ θρασύς: καὶ γὰρ οὗτος κατὰ τὸ τοιοῦτος εἶναι οἷος φοβεῖσθαι μὲν ἧττον δεῖ, θαρρεῖν δὲ [35] μᾶλλον δεῖ. διὸ καὶ παρωνυμιάζεται: γὰρ θρασὺς παρὰ τὸ θράσος λέγεται παρωνύμως. ὥστ᾽ ἐπεὶ ἀνδρεία ἐστὶν βελτίστη ἕξις περὶ φόβους καὶ θάρρη, δεῖ δὲ μήθ᾽ οὕτως ὡς οἱ θρασεῖςτὰ μὲν γὰρ ἐλλείπουσι, τὰ δ᾽ ὑπερβάλλουσιμήθ᾽ οὕτως ὡς οἱ δειλοίκαὶ γὰρ οὗτοι ταὐτὸ ποιοῦσι, πλὴν οὐ περὶ ταὐτὰ ἀλλ᾽ ἐξ ἐναντίας:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: