previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1218β]καὶ γὰρ ἂν μικρῷ ὑπάρξαι ἀγαθῷοὔτε πρακτόν. οὐ γὰρ ὅπως ὑπάρξει τὸ ὁτῳοῦν ὑπάρχον ἰατρικὴ πραγματεύεται, ἀλλ᾽ ὅπως ὑγίεια. ὁμοίως δὲ καὶ τῶν ἄλλων τεχνῶν ἑκάστη. ἀλλὰ πολλαχῶς τὸ ἀγαθόν, καὶ ἔστι τι αὐτοῦ καλόν, [5] καὶ τὸ μὲν πρακτὸν τὸ δ᾽ οὐ πρακτόν. πρακτὸν δὲ τὸ τοιοῦτον ἀγαθόν, τὸ οὗ ἕνεκα. οὐκ ἔστι δὲ τὸ ἐν τοῖς ἀκινήτοις.

φανερὸν ὅτι οὔτε ἰδέα τἀγαθοῦ τὸ ζητούμενον αὐτὸ τὸ ἀγαθὸν ἐστίν, οὔτε τὸ κοινόντὸ μὲν γὰρ ἀκίνητον καὶ οὐ πρακτόν, τὸ δὲ κινητὸν μὲν ἀλλ᾽ οὐ πρακτόν): τὸ δ᾽ οὗ [10] ἕνεκα ὡς τέλος ἄριστον καὶ αἴτιον τῶν ὑφ᾽ αὑτὸ καὶ πρῶτον πάντων. ὥστε τοῦτ᾽ ἂν εἴη αὐτὸ τὸ ἀγαθὸν τὸ τέλος τῶν ἀνθρώπῳ πρακτῶν. τοῦτο δ᾽ ἐστὶ τὸ ὑπὸ τὴν κυρίαν πασῶν. αὕτη δ᾽ ἐστὶ πολιτικὴ καὶ οἰκονομικὴ καὶ φρόνησις. διαφέρουσι γὰρ αὗται αἱ ἕξεις πρὸς τὰς [15] ἄλλας τῷ τοιαῦται εἶναι: πρὸς δ᾽ ἀλλήλας εἴ τι διαφέρουσιν, ὕστερον λεκτέον. ὅτι δ᾽ αἴτιον τὸ τέλος τοῖς ὑφ᾽ αὑτό, δηλοῖ διδασκαλία. ὁρισάμενοι γὰρ τὸ τέλος τἆλλα δεικνύουσιν, ὅτι ἕκαστον αὐτῶν ἀγαθόν: αἴτιον γὰρ τὸ οὗ ἕνεκα. οἷον ἐπειδὴ τὸ ὑγιαίνειν τοδί, ἀνάγκη τόδε εἶναι [20] τὸ συμφέρον πρὸς αὐτήν: τὸ δ᾽ ὑγιεινὸν τῆς ὑγιείας αἴτιον ὡς κινῆσαν, καὶ τότε τοῦ εἶναι ἀλλ᾽ οὐ τοῦ ἀγαθὸν εἶναι τὴν ὑγίειαν. ἔτι οὐδὲ δείκνυσιν οὐθεὶς ὅτι ἀγαθὸν ὑγίεια, ἂν μὴ σοφιστὴς καὶ μὴ ἰατρόςοὗτοι γὰρ τοῖς ἀλλοτρίοις λόγοις σοφίζονται), ὥσπερ οὐδ᾽ ἄλλην ἀρχὴν οὐδεμίαν. [25]

τὸ δ᾽ ὡς τέλος ἀγαθὸν ἀνθρώπῳ καὶ τὸ ἄριστον τῶν πρακτῶν, σκεπτέον ποσαχῶς τὸ ἄριστον πάντων, ἐπειδὴ τοῦτο ἄριστον, μετὰ ταῦτα ἄλλην λαβοῦσιν ἀρχήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: