previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πάντες δ᾽ ἐπειδὰν ὦσι διεψηφισμένοι, λαβόντες οἱ ὑπηρέται τὸν ἀμφορέα τὸν κύριον, ἐξερῶσι ἐπὶ ἄβακα τρυπήματα ἔχοντα ὅσαιπερ εἰσὶν αἱ ψῆφοι, ἵν᾽ αὗται φανεραὶ προκείμεναι καὶ εὐαρίθμητοι ὦσιν, καὶ τὰ τρυπητὰ καὶ τὰ πλήρη δῆλα τοῖς ἀντιδίκοις. οἱ δὲ ἐπὶ τὰς ψήφους εἰληχότες διαριθμοῦσιν αὐτὰς ἐπὶ τοῦ ἄβακος, χωρὶς μὲν τὰς πλήρεις, χωρὶς δὲ τὰς τετρυπημένας. καὶ ἀναγορεύει κήρυξ τὸν ἀριθμὸν τῶν ψήφων, τοῦ μὲν διώκοντος τὰς τετρυπημένας, τοῦ δὲ φεύγοντος τὰς πλήρεις: ὁποτέρῳ δ᾽ ἂν πλείων γένηται, οὗτος νικᾷ, ἂν δὲ ἴσαι, φεύγων. [2] ἔπειτα πάλιν τιμῶσι, ἂν δέῃ τιμῆσαι, τὸν αὐτὸν τρόπον ψηφιζόμενοι, τὸ μὲν σύμβολον ἀποδιδόντες, βακτηρίαν δὲ πάλιν παραλαμβάνοντες. δὲ τίμησίς ἐστιν πρὸς ἡμίχουν ὕδατος ἑκατέρῳ. ἐπειδὰν δὲ αὐτοῖς δεδικασμένα τὰ ἐκ τῶν νόμων, ἀπολαμβάνουσιν τὸν μισθὸν ἐν τῷ μέρει οὗ ἔλαχον ἕκαστοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: