Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2] ψῆφοι δέ εἰσιν χαλκαῖ, αὐλίσκον ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μὲν ἡμίσειαι τετρυπημέναι, αἱ δὲ ἡμίσειαι πλήρεις: οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδιδόασιν ἑκάστῳ τῶν δικαστῶν δύο ψήφους, τετρυπημένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις, ἵνα μήτε πλήρεις μήτε τετρυπημένας ἀμφοτέρας λαμβάνωσιν. ὁ δὲ ταύτην τὴν ἀρχὴν ε̣ἰ̣ληχὼς ἀπολαμβάνει τὰ σύμβολα, ἀνθ᾽ ὧν εἷς ἕκαστος ψηφιζόμενος λαμβάνει σύμβολον χαλκοῦν μετὰ τὸν γ# (ἀποδιδοὺς γὰρ γ# λαμβάνει), ἵνα ψηφίζωνται πάντες: οὐ γὰρ ἔστι λαβεῖν σύμβολον οὐδενί, ἐὰν μὴ ψηφίζηται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.