previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ δὲ τὰ δικαστήρια κληροῦσιν οἱ θ# ἄρχοντες κατὰ φυλάς, δὲ γραμματεὺς τῶν θεσμοθετῶν τῆς δεκάτης φυλῆς. [2] εἴσοδοι δέ εἰσιν εἰς τὰ δικαστήρια δέκα, μία τῇ φυλῇ ἑκάστῃ, καὶ κληρωτήρια εἴκοσι, δύο τῇ φυλῇ ἑκάστῃ, καὶ κιβώτια ἑκατόν, δέκα τῇ φυλῇ ἑκάστῃ, καὶ ἕτερα κιβώτια, εἰς ἐμβάλλεται τῶν λαχόντων δικαστῶν τὰ πινάκια, καὶ ὑδρίαι δύο. καὶ βακτηρίαι παρατίθενται κατὰ τὴν ἔξοδον ἑκάστην, ὅσοιπερ οἱ δικασταί, καὶ βάλανοι εἰς τὴν ὑδρίαν ἐμβάλλονται ἴσαι ταῖς βακτηρίαις, ἐγγέγραπται δ᾽ ἐν ταῖς βαλάνοις τῶν στοιχείων ἀπὸ τοῦ ἑνδεκάτου τοῦ λ τριακοστοῦ, ὅσαπερ ἂν μέλλῃ τὰ δικαστήρια πληρωθήσεσθαι. [3] δικάζειν δ᾽ ἔξεστιν τοῖς ὑπὲρ λ# ἔτη γεγονόσιν, ὅσοι αὐτῶν μὴ ὀφείλουσιν τῷ δημοσίῳ ἄτιμοί εἰσιν. ἐὰν δέ τις δικάζῃ οἷς μὴ ἔξεστιν, ἐνδείκνυται καὶ εἰς τὸ δικαστήριον εἰσάγεται: ἐὰν δ᾽ ἁλῷ, προστιμῶσιν αὐτῷ οἱ δικασταί, τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἀποτεῖσαι. ἐὰν δὲ ἀργυρίου τιμηθῇ, δεῖ αὐτὸν δεδέσθαι, ἕως ἂν ἐκτείσῃ τό τε πρότερον ὄφλημα ἐφ᾽ ἐνεδείχθη, καὶ τι ἂν αὐτῷ προστιμήσῃ τὸ δικαστήριον. [4] ἔχει δ᾽ ἕκαστος δικαστὴς τὸ πινάκιον πύξινον, ἐπιγεγραμμένον τὸ ὄνομα τὸ ἑαυτοῦ πατρόθεν καὶ τοῦ δήμου, καὶ γράμμα ἓν τῶν στοιχείων μέχρι τοῦ κ: νενέμηνται γὰρ κατὰ φυλὰς δέκα μέρη οἱ δικασταί, παραπλησίως ἴσοι ἐν ἑκάστῳ τῷ γράμματι. [5]

ἐπειδὰν δὲ θεσμοθέτης ἐπικληρώσῃ τὰ γράμματα, δεῖ προσπαρατίθεσθαι τοῖς δικαστηρίοις, ἐπέθηκε φέρων ὑπηρέτης ἐφ᾽ ἕκαστον τὸ δικαστήριον τὸ γράμμα τὸ λαχόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: