previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αἱ δὲ κληρωταὶ ἀρχαὶ πρότερον μὲν ἦσαν αἱ μὲν μετ᾽ ἐννέα ἀρχόντων ἐκ τῆς φυλῆς ὅλης κληρούμεναι, αἱ δ᾽ ἐν Θησείῳ κληρούμεναι διῃροῦντο εἰς τοὺς δήμους: ἐπειδὴ δ᾽ ἐπώλουν οἱ δῆμοι, καὶ ταύτας ἐκ τῆς φυλῆς ὅλης κληροῦσι, πλὴν βουλευτῶν καὶ φρουρῶν: τούτους δ᾽ εἰς τοὺς δήμους ἀποδιδόασι. [2]

μισθοφοροῦσι δὲ πρῶτον δῆμος ταῖς μὲν ἄλλαις ἐκκλησίαις δραχμήν, τῇ δὲ κυρίᾳ ἐννέα ὀβολούς: ἔπειτα τὰ δικαστήρια τρεῖς ὀβολούς: εἶθ᾽ βουλὴ πέντε ὀβολούς: τοῖς δὲ πρυτανεύουσιν εἰς σίτησιν ὀβολὸς προστίθεται δέκα προστίθενται. ἔπειτ᾽ εἰς σίτησιν λαμβάνουσιν ἐννέ᾽ ἄρχοντες τέτταρας ὀβολοὺς ἕκαστος, καὶ παρατρέφουσι κήρυκα καὶ αὐλητήν: ἔπειτ᾽ ἄρχων εἰς Σαλαμῖνα δραχμὴν τῆς ἡμέρας. ἀθλοθέται δ᾽ ἐν πρυτανείῳ δειπνοῦσι τὸν Ἑκατομβαιῶνα μῆνα, ὅταν τὰ Παναθήναια, ἀρξάμενοι ἀπὸ τῆς τετράδος ἱσταμένου. ἀμφικτύονες εἰς Δῆλον δραχμὴν τῆς ἡμέρας ἑκάστης ἐκ Δήλου λαμβάνουσι. λαμβάνουσι δὲ καὶ ὅσαι ἀποστέλλονται ἀρχαὶ εἰς Σάμον Σκῦρον Λῆμνον Ἴμβρον εἰς σίτησιν ἀργύριον. [3]

ἄρχειν δὲ τὰς μὲν κατὰ πόλεμον ἀρχὰς ἔξεστι πλεονάκις, τῶν δ᾽ ἄλλων οὐδεμίαν, πλὴν βουλεῦσαι δίς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: